PG 45, col. 149

ταύτην ἀποκλήρωσιν, τὸν μὲν τῇ ὑψηλοτέρα προσ-
ανέχειν ζωῇ ὲν άκτήμονι καὶ ἐλευθερίῳ ζῶντα βίῳ ο
ἕτερον δὲ , τυμῦωρυχεῖν,ἢ πειρατεύειν, ἢ ἀσωτεύε-
σθαι, ἢ τῷ ἑταιρικῷ βίῳ ἀποθηλύνεσθαι. Καὶ πάντα
τά τοιαῦτα διεξιὼν, ἰσχυρὰν ᾤετο τοῦ μὴ παραδέξα-
σθαι τὸν λόγον ἡμῶν αίτίαν ἐπιδεδεῖχθαι , τὸ μὴ ἐφ’
ἡμῖν εἶναι ὅπερ ἂν θέλωμεν κατ’ ἐξουσίαν αἱρεῖσθαι,
ἀλλά δεῖν ἀναμεῖναι τὴν ἀνάγκην ἐκείνην , ἦς τὸ ὲν-
δόσιμον πρὸς τὴν τοιαύτην ὁρμὴν παρασχούσης ἐπ’
ἀνάγκης εἶναι προσθέσθαι τῷ λόγῳ, καὶ μὴ βουλόμε-
νον· ἀνευ δὲ ἐκείνης, καὶ σφόδρα προαιρουμένου,
μὴ δυνατὸν εἶναι γενέσθαι. Ἐγὼ δὲ ταῦτα αὐτοῦ κα)⁸
τὰ τοιαῦτα διεξιόντος , ἠρόμην αὑτὸν, εἱ Θεόν τινα
οἷεταιτδν κατὰ πάντων ἔχοντα κράτος, τὸν τῷ ὀνό-
ματι τῆς εἱμαρμένης ἀποκαλούμενον , οὒ τῷ βουλή-
ματι τὰ καθ’ ἕκαστον οἰκονομεῖσθαι πεπίστευκεν. Ὀ
δὲ πολλήν μου καταγνοὺς ἀϐελτηρίαν ὲν τῷ ἐρωτή-
ματι, Οὖ μοι δοκεῖς κατανενοηκέναι, φησι, τῶν οὐ-
ρανίων οὐδέν. Ἦ γάρ ἂν ἔγνως τῆς εἱμαρμένης τὴν
δύναμιν, καὶ ὅπως κατελήφθη τῶν καθ’ εἱρμὸν
ἀπαρασάτως γινομένων ἠ δύναμις. Ἑμοῦ δὲ καὶ
πρὸς τοῦτον ξενοφωνουμένου τὸν λόγον, καί τι σαφέ-
στερον ἀξιοῦντος μαθεῖν, πότερον δύναμίν τινα προι-
αιρετικὴν αὐτοκρατῆ τε καὶ ἀδέσποτον, ὲν ὑπερκεισ
μένῃ τινὶ ἐξουσίᾳ θεωρουμένην τὴν εἱμαρμένην εἶναι
φαντάζεται, ἢ ἄλλο τι παρά τοῦτο ὑπείληφε , πάλιν
τὸν αὑτὸν ὲπαναλαδὼν λόγον, 'O τῶν οὐρανίων, φη-
σὶν, ἐπεσκεμ μένος τὴν κίνησιν, τόν τε ζωδιοφὸρον
κύκλον, καὶ τά ὲν αὖτῷ δυοκαίδεκα τμήματα, τῇ
περιγραῳῇ τῶν ἐνθεωρουμένων ζωδίων δι’ ἴσου ἀπ’
ἀλλήλων διεστηκότα, ἑκάστου τε τῶν ἄστρων τὴν
ῖίναμιν κατανοήσας , τίνα μὲν ἐφ’ ἑαυτοῦ ἕκαστον
ἐκ φύσεως ἰσχὺν ἔχει ο τί δὲ ἡ σύνοδος αὐτῶν ἐκ τῆς
ποιάς πρὸς ἄλληλα κράσεως ἀπεργάζεται, τῆς κατὰ
δύναμιν ἑκάστου αὐτῶν ἰδιότητος μιχθείσης τε τῷ
προσεγγισμῷ πρὸς τὴν ἑτέραν, καὶ ἀποκριθείσης διὰ
τῆς ἀποστάσεως ’ τί τε πάλιν ἡ τοῦ κατωτέρου ὑπό-
σασις ἐργάζεται· καὶ τί ἡ τοῦ ὑπερκειμένου κατά
τὴν πάροδον ἔκλειψις, καὶ πάλιν ἀποκατάστασις, ὃ τε
ποικίλος τῶν συνιόντων τε καὶ ἀφισταμένων σχημα-
τισμὸς, ὲν τριγωνίοις, ἦ σκαληνοῖς καταγραφόμενος
σχήμασιν , ἢ καὶ ἄλλο τι τῶν κατὰ γεωμετρίαν θεωο
ρουμένων σχημάτων ἀποτελῶνο ὁ ταῦτα καὶ τα
τοιαῦτα κατανοήσας, εἴσεται τῆς εἱμαρμένης τὸ ση-
μαινόμενον, ὅτι τὸ εἱρμῷ τινι άπαραδάτῳ κατὰ τὴν
ποιὰν συ μπλοκήν τῶν ἀστέρων ἀναγκαίως ἀποτελού-
μενον τῴ ὀνόματι τῆς εἱμαρμένης διηρμήνευται.
Ἐπεὶ δέ με καὶτοῦτο πάλιν ἐξένιζεν ⁸ οὐ γάρ συνίην
τῶν λεγομένων οὐδὲν, ἆτε μὴ πεπαιδευμένος ταύτην
τὴν παίδευσιν · ἠξίουν, δι’ ὧν ἦν μοι δυνατὸν γνῶναι
τὴν τῆς εἱμαρμένης διάνοιαν, διὰ τούτων μοι φανε-
ρὸν ποιεῖν τὸ λεγόμενον. Τοὺς γὰρ ἀστρῲους κύρ
κλους ἀλλον ἄλλῳ ἐγκεῖσθαι, καὶ τὴν ἐναντίαν κίνησιν
τῇ ἀπλανεῖ περιφορᾷ κατά τὸ ἐντὸς ἀνελίσσεσθαι,
καὶ πάντας τούτους τῷ meum; ἐνδινεῖσθαι κύκλῳ ο

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.