PG 45, col. 161

χρόνῳ; Οὐδὲ ταῦτα ἔξω τοῦ χρόνου. Ἀλλὰ χρονικὴν
οὐκ ἔστιν ἐπ’ ἐκείνων ἀρχὴν ἐξευρεῖν τῆς κινήσεωςς
Ποίαν δὲ τούτοις ἐπινοήσεις τὴν ἀπὸ χρόνων ἀρχὴν;
Ἀλλ’ ἐκεῖνα κατὰ τά αὐτὰ καὶ ὡσαύτως ἀεὶ κινεῖται;
υύδὲ τούτοις ἄν τις τὴν ἐναντίαν προσμαρτυρήσειε
κίνησιν, φυσικῶς ἀεὶ τοῦ ὓδατος ἀπὸ τοῦ ὑπερκειμέ-
νου πρὸς τὸ πρανὲς καταρρέοντος. Ὥστε ἢ καὶ τὴν,
κίνησιν τῶν ποταμῶν εῑμαρμένας τινὰς ἀπογεννᾷν
συγχωρήσατε , ἢ ούδέ ἡμεῖς τῇ τῶν ἄστρων κινήσει
τῆς δυνάμεως ταύτης παραχωρήσομεν. Ἀλλά τῆσδε,
φησὶ, τῆς δυνάμεως, , 6 Κριὸς ἢ 6 Τ αὖρος, καὶ τῆσδε
τῶν πλανητῶν ἓκαστος.’ Ὅταν οὖν ἐν ἐνὶ τούτων γέ-
νηται, ἢ κατά μόνας ἦ μεθ’ ἐτέρων περιοδικῶς τις
τῶν πλανητῶν ὑπὸ τοῦ κύκλου περιαγόμενος,ή τῆς
δυνάμεως σύνοδος τόνδε τὸν βίον τῷ συνενεχθέντι τῇ
ὥρᾳ ταύτῃ κατά τὴν γένεσιν άπειργάσατο. Ὦ τῆς
ματαιολογίαςί δούλειον ἂν οὕτως τύχῃ τὸν Ταῦρον
λέγετε, διὰ τὸ ὑπὸ ζυγῷ τὸ ζῶον τοῦτο δαμάζεσθαι ·
καὶ εὐεργετικὸν τὸν Κριὸν, διὰ τὴν τῶν ἐρίφων φοράν·
ἐν ἐνὶ δὲ τούτων γενόμενον, ἢ τόνδε τῶν κατὰ τὸ
ἐναντίον ἀνειλουμένων , κατὰ τὴν φυσικῶς ἐνυπάρ-
χουσαν αὐτῷ δύναμιν διὰ τῆς τῶν ἰδιωμάτων ἐπιμι-
ξίας, τοιάνδε τῶν τικτομένων μοῖραν κατασκευάζειν.
Τί ούνς εἰπέ μοι, ἐκὼν ό ταῦρός ἐστιν ύποζύγιος;
καὶ καταθύμιον τῷ κριῷ τὸ κείρεσθαι λέγεις ; Τότε
βλαπτικὸν⁸ καὶ ναρκῶδες τῷ τὸν ἀνωτάτω περι-
οδεύοντι πόλον,ἢ τό θερμόν τῶ πυρόεντι,ἢ ἄλλῳ τίνὶ
τῶν θεωρουμένων, ἡ ἐνυπάρχουσα δύναμις ἑκουσίως,
ἢ κατά τὸ ἀκούσιον πρόσεστιν ; Εἰ μὲν ὅτι ἑκόντες
ἐν κακοῖς είσι , καί βλαπτικοὶ ἐκ προαιρέσεως γίνονται, δυστυχίαν ἄντικρυς αὐτῶν 6 ταῦτα λέγων κατα-
ψηφίζεται, τῷ κατ’ ἐξουσίαν αὐτοῖς προκειμένης τῆς κρείττονος λήξεως, ἐν ἡδονῇ τὸ ἀτιμότερον τίθεσθαι·
εί δὲ οὐκ ἐκ προαιρέσεως τούτων ἕκαστόν ἐστιν ὅπερ νομίζετε, ἀλλ’ ἔκ τινος ἀνάγκης ἐγένετο, ἄρα τις καὶ
τούτοις ὑπερκειμένη πάλιν αὐτῶν εἱμαρμένη ἐτέρα, τὰς τῶν φύσεών τε καὶ δυνάμεων ἐπέκλωσεν ἰδιότη-
τας. Ὥστε ζητεῖν ἐπάναγκες ἄλλα ἄστρα τούτων ὑπέρτερα, καὶ κίνησιν ἐφ’ ἑαυτῶν ἰδιάζουσαν, ὧν ἡ
ποιά συμπλοκὴ κατά τινα εἱμαρμένης ἀνάγκην, ἢ δούλειον εἶναι τὸν ταῦρον, ἢ ἐπιζήμιον τὸν κριὸν
ἀπειργάσατο, ἢ τὸν καρκῖνον ἀκέφαλον, ἢ εἴ τι ἄλλο περὶ ἑκάστου τούτων οί λῆροι τῶν σοφῶν διέρχονται.
Καὶ εί ταῦτα τά φαινόμενα ἡμῖν κατ’ ἀνάγκην τινὸς εἱμαρμένης ἐστὶ τοιαῦτα, πάντως καὶ τῆς ὑπερκει-
μένης ἐκείνης ἀνάγκης ἑτέραν αἰτίαν ἀναγκαστικὴν τῆς τοιαύτης καταστάσεως προσεπινοήσει 6 λόγος,
κάκείνης ἄλλην. καὶ πάλιν ἄλλην τῆς ἄλλης, καὶ οὕτως εἰς ἄπειρον προῖὼν 6 λόγος , ούδαμοῦ στήσεται
εἱμαρμένην εἱμαρμένης , καὶ μοῖραν μοίρας , καὶ ἀνάγκης ἀνάγκην προσαναπλάσσων.
Ταῦτα δέ μου διεξιόντος, καὶ διὰ τῶν τοιούτων
νοημάτων πρὸς τὸ ἄτοπον τὸν λόγον ἐκδάλλοντος,
⁴ἐπικόιζμακς μεταξὺ διὰ καταφορᾶς προῖόντα τὸν λόγον
όπροσδιαλεγόμενός μοι φιλόσοφος, Τί μάχῃ, φησὶ,
τῇ ἐνεργείᾳ ; τί δέ οὐχ ἕπῃ τοῖς διὰ τῶν ἀριθμῶν πα-
ρατετηρηκόσι τὴν τῶν ὅλων ἀλήθειαν, οἷς εί πρὸς
ἀκρίϐειαν ἡ ὥρα ληφθείη τῆς τοῦ ἀποκυηθέντος γεν-
νήσεως, πᾶσαν δι’ ἀκολούθου τὴν ζωὴν τοῦ τεχθέντος
προαγορεύουσι ’ τὸν χρόνον, τὸν τρόπον, τά τῶν ἠθῶν
ἰδιώματα. τάς κινδυνώδεις περιστάσεις, γάμους καὶ
παιδοποιίας καὶ ἀξιωμάτων ἐπιτυχίας,ῆ καὶ τὸ ἐμ-
παλιν, ἀπαιδίας καὶ νόσους, καὶ ἀτιμίας, καὶ βρα-
χύτητα βίου , καὶ τὰ ἐκ πενίας κακὰς Τούτων οὖν δι’
ἀκριϐείας προσημανθέντων, καὶ τῇ ἐκϐάσει τῆς ἀληο
θείας μαρτυρηθείσης· τίς ἔτι σοι λόγος ἐστὶν ἀπι-

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.