PG 45, col. 184

ζουσιν ’¹Υῲιστον, ἢ Παντοκράτορα · Πατέρα δὲ αὑτὸν
εἶναι μὴ παραδέχεσθαι. ’0 δὲ Χριστιανὸς, εἰ μὴ τῷ
Πατρὶ πιστεύοι, Χριστιανὸς οὐκ ἔστιν.
"A δὲ τούτοις ἐφεξῆς προστίθησι, ταῦτα ἐστίν.
Οὐ κοινωνὸν ἔχων, φησὶ, τῆς θεότητος, οὐ μερίτην
τῆς δόξης, οὺ σύηληρον τῆς ἐξουσίας, οὐ σύν-
θρονον τῆς βασιλείας. Εἷς map ἐστι καὶ μόνος
Θεὸς ό παντοκράτωρ, Θεὸς θεῶν, ,ϐασιλεὺς τῶν βα-
σιλευόντων , Κύριος τῶν κιιριευόντων. Οὐκ οἶδα
πρὸς τίνα βλέπων ὁ Εὑνόμιος, τὸ μὴ κοινωνεῖν ἐαυτῷ
τῆς θεότητος τὸν Πατέρα διαμαρτύρεται. Ei μὲν
γὰρ πρὸς τὰ εἴδωλα τὰ μάταια, καὶ τὴν πεπλανημέ-
νην τῶν εἰδωλολατρούντων ὑπόληψιν τὰ τοιαῦτα λέ-
γει, καθὼς καὶ ό Παῦλος βοᾷ θ ὅτι οὐκ ἐστι συμφώο
νησις Χριστῷ πρὸς Βελιάρο οὐδὲ κοινωνία νιιῴ
Θεοῦ μετὰ εἰδώλων. καὶ ἡμεῖς συντιθέμεθα. Εἰ δὲ τὸν
μονογενῆ Θεὸν διὰ τῶν λεγομένων τῆς πατρικῆς ἀφο-
ρίζει θεότητος, μαθέτω ὅτι δίλημμα τὴν τῆς ἀσεϐείας
αὑτοῦ κατηγορίαν ἐφ’ ἐαυτῷ κατασκευάζει ’ἢ γὰρ
ἀρνεῖται καθόλου Θεὸν εἶναι τὸν Μονογενῆ Θεοῦ· ἵνα
φυλάξῃ τῷ Πατρὶ τὸ ὲν τῇ θεότητι πρὸς τὸν Υἱὸν
ἀκοινώνητον ο καὶ διά τούτου παραϐάτης ἐλέγχεται,
τὸν Θεὸν τῶν Χριστιανῶν ἀρνησάμενος ο ἢ εἰ δοίη
κάκεῖνον εἶναι Θεὸν κατὰ τὴν φύσιν τῷ ἀληθινῷ θεῷ
μὴ συμϐαίνοντα, ἀνάγκη πᾶσα αὐτὸν Θεοὺς πρεσ.
δεύειν, ὁμολογεῖν, τῇ διαφορᾷ τῶν φύσεων ἀπ’ ἀ).
λήλων διεσχισμένους, Ἐλέσθω τούτων ὃ βούλεται,ἧ
ἀρνεῖσθαι τοῦ Υίοῦ θεότητα, ἢ Θεοὺς ἐπεισάγειν
τῷ δόγματι ’ ὅπερ γὰρ ἂν ἕληται τούτων, ἶσόν ἐστιν
εἰς ἀσέϐειαν. Ἡμεῖς γὰρ παρὰ τῶν θεοπνεύστων τῆς
Γραφῆς λόγων μυσταγωγούμενοι, οὐχὶ κοινωνίαν
θεότητος ὁρῶμεν ὲν Πατρὶ καὶ Υἱῷ, ἀλλ’ ἑνότητα·
τοῦτο τοῦ Δεσπότου διὰ τῶν ἰδίων λόγων διδάξαντος,
ὲν οἷς φησν , Ἐγὼ καὶ ό Πατὴρ ἒν ἐσμέν ’ καὶ ὅτι
'0 ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα. Ei γὰρ μὴ
τῆς αὐτῆς ἦν φύσεως, πῶς ἂν ἣ ἔσχεν ἐν ἑαυτῷ τὸ
ἀλλότριον, ἢ πῶς ἂν ἔδειξεν ἐφ’ ἑαυτοῦ τὸ ἀνόμοιον.
μὴ δεχομένης τῆς ξένης τε καὶ ἀλλοτρίας φύσεως
τὸν τοῦ έτερογενοῦς χαρακτῆρα ; Λέγει δὲ ὅτι οὐδὲ
μερίτηιλ ἔχει τῆς δόξης. Τοῦτο δὲ ὡς ἔχει λέγει, εί
καὶ μὴ οἶδεν ὃ λέγει· οὐ γὰρ μερίζεται ὁ Υἱὸς πρὸς
τὸν Πατέρα τὴν δόξαν, ἀλλ’ ὅλην ἔχει τοῦ Πατρὸς
τὴν δόξαν, ὼς καὶ ὁ Πατὴρ πᾶσαν ἔχει τοῦ Υἱοῦ τὴν
δόξαν. Οὕτως γὰρ εἷπε πρὸς τὸν Πατέρα,ὃτι Πάντα
τὰ ἐμὰ σά ἐστιν, καὶ τὰ σὰ ἐμά. Διὸ καὶ ὲν τῷ
καιρῷ τῆς κρίσεως ἐπιφανήσεσθαι ἑαυτόν φησινέν τῇ
δόξη τοῦ Πατρός· ὅτε μέλλει ἀποδιδόναι ἑκάστῳ κατά
τὰ ἔργα αὑτοῦ. Δείκνυσι δὲ διὰ τῆς φωνῆς ταύτης
ἡνωμένον τῆς φύσεως. Ὠς γὰρ ἄλλη δόξα ἡλίου,καὶ
ἄλλη δόξα σελήνης ' διὰ τὸ μὴ συ μϐαίνειν πρὸς illum

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.