PG 45, col. 204

καὶ ή σελήνη κατά φύσιν κινούμενα, κατὰ φύσιν ήρε·
μεῖν οὐ δύναται· τὸν αὑτὸν τρόπον ή ψυχὴ, κατά
φύσιν ἀεικίνητος οὖσα, κατά φύσιν ἠρεμεῖν οὐ δύνα-
ται. Ἢ γὰρ ἠρεμία φθορά τῆς ψυχῆς ἐστι, καὶ παν-
τὸς ἀεικινήτου. Πρὸς τούτοις φύσει καὶ τὺ ἀπορούμε-
νον ὲξ ἀρχῆς, ἄλυτον μένει, πόθεν τὸ σῶμα φύσιν
συνέχεται, πεφυκὸς καὶ διασκεδάννυσθαι. Ἀρκεῖ δὲ
-ταῦτα ἐκ πολλῶν ἀποδεῖξαι τὴν ψυχὴν, μήτε ἐντε-
λέχειαν οὖσαν, μήτε ἀκίνητον, μήτε ἐν σώματι γινο-
μένην. Πυθαγόρας δὲ συμϐολικῶς εἰκάζειν ἀεὶ καὶ
τὸν Θεὸν καὶ τά πάντα τοῖς ἀριθμοῖς είωθὼςηὼρί-
σατο καὶ τὴν ψυχὴν, ἀριθμὸν ἑαυτὸν κινοῦνταο ᾧ
καὶ Ξενοκράτης ἠκολούθησεν, οὐχ ὃτι ἀριθμός ἐστιν
ή ψυχὴ, ἀλλ’ ὅτι ἐν τοῖς ἀριθμητοίς ὲστι καὶ ὲν τοῖς
πεπληθυσμένοις, καὶ ὅτι ἦ ψυχή ἐστιν ή διακρίνουσα
τὰ πράγματα, τῷ μορφὰς καὶ τόπους ἑκάστοις ἑπι-
6αλεῖν. Αὕτη γάρ ἐστιν ἡ τὰ εἴδη ἀπὸ τῶν εἱδῶν χω-
ρίζουσα, καὶ διάφορα αὑτά ἀποφαίνουσα, τῇ τε ἑτε-
ρότητι τῶν εἰδῶν, καὶ τῷ πλήθει τοῦ ἀριθμοῦ, καὶ
διὰ τοῦτο ἀριθμητά ποιοῦσα τὰ πράγματα. Ὅθεν οὐ
παντάπασιν ἀπήλλακται τῆς κατά τοὺς ἀριθμοὺς
κοινωνίας ’ τὸ δὲ αὐτοκίνητον καὶ αὐτὸς αὐτῇ προσ-
εμαρτύρησεν· ὅτι δὲ ἀριθμὸς οὐκ ἔστι, δῆλον ὲν-
τεῦθεν“ '0 ἀριθμὸς ποσόν ἐστιν, ή ψυχὴ δὲ οὐ ποσὸν,
ἀλλ⁹ οὐσία ⁸ οὐκ ἄρα ἀριθμὸς ή ψυχή ο εἰ καὶ τὰ μά-
λιστα καὶ¹ τὸν ἀριθμὸν ἐν τοῖς νοητοῖς, οὐσίαν εἶναι
βούλονται, ὡς ὲν τοῖς ἑξῆς ἐροῦμεν. Ἔτι ή ψυχὴ συν-
εχής ἐστιν, ὁ δὲ ἀριθμὸς οὐ συνεχής· οὐκ ἄρα ἀρι-
θμὸς ὴ ψυχή. Ἔτι ὁ ἀριθμὸς κατά προσθήκην αὒξε-
ται, ή δὲ ψυχὴ κατὰ προσθήκην οὐκ αὔξεται· ἔτι ὁ
ἀριθμὸς ἄρτιός ἐστιν ἢ περιττὸς, ή δὲ ψυχὴ οὔτε
ἄρτιος, οὔτε περιττή· οὐκ ἄρα ἀριθμὸς ἡ ψυχή. Ἔτι
ή ψυχὴ αὺτοκίνητός ἐστιν , ὁ δὲ ἀριθμὸς ὁ ὡρισμένος
ἀκίνητος. Ἔτι ὁ μὲν ἀριθμὸς μένων εἷς καὶ ό αὐτὸς
τὴν φύσιν, οὐδεμίαν ποιότητα τὴν ὲν ἀριθμοῖς γινο-
μένην ὲξαλλάσσεται· ἡ ψυχὴ δὲ μία τις οὖσα κατὰ
τὴν οὐσίαν, ὑπαλλάττει τὰς ποιότητας, ἐξ ἀμαθίας
εἰς ἐπιστήμην κατα-πίπτουσα, καὶ ὲκ κακίας εἰς ἀρε·
τήν ο οὐκ ἄρα ἀριθμὸςή ψυχή.
Τὰ μὲν οὖν τῶν παλαιῶν δόγματα περὶ ψυχῆς
τοιαῦτα. Εὑνόμιος δὲ ὡρίσατο τὴν ψυχὴν οὐσίαν ἀσώ-
ματον, ὲν σώματι κτιζομένην· συμφωνήσας ὁμοῦ
Πλάτωνι καὶ Ἀριστοτέλει. Τὸ μὲν οὖν ἀσώματον ὲκ
τοῦ Πλάτωνος εἴληφε· τὸ δὲ ἐν σώματι κτιζομένην,
ὲκ τῆς Ἀριστοτέλους διδασκαλίας · οὐκ ἐννοήσας, mle
περ ὀξὺς ὣν, ὅτι συνάγειν είς ταὺτὸ πειρᾶται τὰ
ἀσύμϐαταο πᾶν γὰρ τὸ γένεσιν ἔχον, σωματικὸν
ὁμοῦ καὶ χρονικὸν, φθαρτόν ἐστι καὶ θνητόν ο συνᾲ-
δει δὲ τούτῳ καὶ τὰ Μωῦσέως. Τὴν γὰρ ὓλην πάντων
γένεσιν ὑποτίθεται, ὠς δοξάζουσιν οἱ τοῦ Πλάτωνος

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.