PG 45, col. 216

τερα, ὡς τὰ στοιχεῖα· ἢ μὴ ἡνῶσθαι μὲν διὰ τὰς
προειρημένας ἀτοπίας, παρακεῖσθαι δὲ ὡς χορευτὰς
ὲν χορῷ, ἦ ψῆφον ψήφῳ, ἢ κεκρᾶσθαι ὼς ὕδωρ καὶ
οἶνον. Ἀλλ’ ὅτι μὲν οὐ δύναται παρακεῖσθαι τῷ σώ-
ματι ἡ ψυχὴ, ὲν τῷ Περὶψυχῆς ἀποδέδεικται. Ἦν
γὰρ ἂν μόνον αὐτὸ τοῦ σώματος ἔμψυχον μέρος τὸ
πλησιάζον τῇ ψυχῇ · τὸ δὲ μὴ συνημμένον . ἄψυχον,
πρὸς τῷ μὴ δύνασθαι ἓν λέγειν εἶναι τὰ κατά παρά-
θεσιν. ὡς ξύλα, φέρε εἰπεῖν, ἢ σίδηρον, ἧτι τοιοῦτον·
καὶ ἠ κρᾶσις δὲ τοῦ οἴνου καὶ τοῦ ὓδατος ἀμφότερα
συνδιαφθείρει. Οὔτε γὰρ ὕδωρ ἐστὶ τὸ κρᾶμα καθαρὸν,
οὔτε οἶνος· καίτοι τῆς τοιαύτης κράσεως κατά παρά-
lsow γινομένης, λανθάνουσαν τὴν αἴσθησιν , διὰ τὸ
ιεπτομερὲς τῶν κεκραμένων. Δῆλον δὲ ὲκ τοῦ πάλιν
ἀπ’ ἀλλήλων διαχωρίζεσθαι. Σπόγγος γοῦν ὲλαιωθεὶς,
ἀνιμᾶται καθαρὸν τὸ ὕδωρ, καὶ πάπυρος. Αίσθητῶς
δὲ χωρίσαι τὰ ἀκριϐῶς ἡνωμένα, παντάπασιν ἀδύνα-
τον. Ei δὲ μήτε ἥνωται, μήτε κέκραται, μήτε παρά-
κειται, τίς ὁ λόγος τοῦ τὸ ζῶον ἓν λέγεσθαις Πλάτων
μὲν οὖν καὶ διὰ ταύτην τὴν ἀπορίαν οὐ βούλεται τὸ
ζῶον ὲκ ψυχῆς εἶναι καὶ σώματος, ἀλλὰ ψυχὴν σώ-
ματι κεκραμένην, καλ⁹ ὥσπερ ὲνδεδυμένην τὸ σῶμα ⁸
ἔχει δὲ καὶ οὗτος ὁ λόγος ἄπορόν τι. Πῶς γὰρ ἒν
εἶναι δύναται μετά τοῦ ἐνδύματος ἡ ψυχῆς Οὐ γὰρ
ἓν ὁ χιτὼν μετὰ τοῦ ἐνδεδυμένον. Ἀμμώνιος δὲ ὀ
διδασκαλος Πλωτίνου τὸ ζητούμενον τοῦτον τὸν τρό-
πον ἀπελύετο ο ἔλεγε γὰρ τά νοητὰ τοιαύτην ἔχειν
φύσιν, ὡς καὶ ἐνοῦσθαι τοῖς δυναμένοις αὐτὰ δέξασθαι,
καθάπερ τὰ συνεφθαρμένα καὶ ἡνωμένα, καὶ μένειν
ἀσύγχυτα καὶ ἁδιάφθορα, ὡς τά παρακείμενα. Ἐπὶ
μὲν γὰρ τῶν σωμάτων ὴ ἓνωσις ἀλλοίωσιν πάντως
τῶν συνιόντων ἐργάζεται⁸ ἐπειδήπερ είς ἄλλα σώδ
ματα μεταϐάλλεται, ὡς τὰ στοιχεῖα είς τά συγκείμενα,
καὶ αί τροφαὶ είς αἷμα ο τὸ δὲ αἷμα είς σάρκα , καὶ
τὰ λοιπὰ μόρια τοῦ σώματος· ἐπὶ δὲ τῶν νοητῶν
’ένωσις μὲν γίνεται, ἀλλοίωσις δὲ οὐ παρακολουθεϊ.,
Οὐ γάρ πέφυκε νοητὸν κατ’ οὐσίαν ἀλλοιοῦσθαι, ἀλλ’ἢ
sa 1:r___._.._ Δ -2- ,λ ...‘. τι.. ,ηΩεξΑριν-ηοο "cynthi-hu
ἦ ἐξίσταται, ἢ είς τὸ μὴ ὃν φθείρεται’ μεταϐολὴνξ
δὲ οίικ ἐπιδέχεται, ἀλλ’-οὗτε είς μὴ ὃν φθείρεταιοξ
Οὐ γὰρ ἦν ἀθάνατος καὶ ἡ ψυχὴ ζωὴ οὖσα, εἰ ὲν τῇς
κράσει μετεϐάλλετο· ἢλλοιὼθη ἂν, καὶ οὐκ ἦν ἔτι
ζωή. Τί δὲ συνεϐάλλετο τῷ σώματι, εί μὴ παρεῖχεν
αὐτῷ τὴν ζωήν; Οὐκ ἄρα ἀλλοιοῦται ἡ ψυχὴ ὲν τῇ
ὲνὼσει. Δεδειγμένου τοίνυν τούτου, ὅτι τὰ νοητά
ἀναλλοίωτα κατ’ οὐσίαν εἰσιν, ἀναγκαίως παρακοο
λουθεῖ τδ μὴ συνδιαφθείρεσθαι οἷς ἥνωται σώματι ἡ
ψυχή · ὅτι μὲν γὰρ ἥνωται, ἡ συμπάθεια δείκνυσι.
Συμπαθεῖ γὰρ ὅλον ἑαυτῷ τὸ ζῶον, ὡς ἓν ὅν ⁸ ὅτι δὲ
καὶ ἀσύγχυτον μένει, δῆλον ὲκ τοῦ τὴν ψυχὴν τρόπον
τινὰ χωριζομένην ἐκ τοῦ σώματος ὲν τῷ ὕπνῳ, καὶ
ὥσπερ νεκρὸν αὐτὸ κεῖσθαι καταλιποῦσαν ο μόνον δὲ
ὲξατμίζουσαν αὑτῷ τὴν ζωὴν , ἴνα μὴ παντελῶς ἀπ-
όληται, καθ’ ἑαυτὴν ἐν τοῖς ὀνείροις ἐνεργεῖν, θεσπί-
ζουσαν τὸ μέλλον, καὶ τοῖς νοητοῖς πλησιάζουσαν.
Τὸ αὐτὸ δὲ συμϐαίνει καὶ ὅταν ὲπισκέπτηταί τε τῶν
νοητῶν. Καὶ τότε γὰρ, ὼς οἷόν τε, τοῦ σώματος ἑαυ-

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.