PG 45, col. 224

aanauttx’q μέθοδος ἑκάστῳ τῶν νοσημάτων προσάγε-
ται ’ οῦτω πολλῆς οὔσης καὶ ἐν τῇ ψυχικῇ νόσῳ τῆς
τῶν παθῶν ποικιλίας, ἀναγκαίως πολυειδὴς γενήσεται
l) θεραπευτικὴ ἐπιμέλεια, πρὸς λόγον τοῦ πάθους
ενεργοῦσα τὴν ῐασιν. Ὠς δ’ἂν γένοιτό τις τεχνικὴ
Τρία ἐστὶ τά περὶ τὴν ψυχὴν ἡμῶν θεωρούμενα
κατά τὴν πρώτην διαίρεσιν · τό τε λογικὸν, καὶ τὸ
ἐπιθυμητικὸν, καὶ⁴ τὸ θυμοειδές. Ἐν τούτοις ἐστὶ
καὶ τὰ κατορθώματα τῶν κατ’ ἀρετὴν βιούντων , καὶ
τὰ πτώματα τῶν είς κακίαν ἀπορρεόντων. Διὸ προσο
ήκει τὸν μέλλοντα τὴν κατάλληλον θεραπείαν προσ-
άγειν τῷ νενοσηκότι τῆς ψυχῆς μέρει, πρότερον μὲν
ἐπισκέπτεσθαι ἐν τίνι συνέστη τὸ πάθος · εἷθ’ οὕτω
πεπονθότι προσάγειν ἁρμοδίως τὴν θεραπείαν · ὥστε
μὴ δι’ ἀπειρίαν τῆς θεραπευτικῆς μεθόδου, ἄλλο μὲν
ᾖ τὸ νοσῆσαν μέρος, ἕτερον δὲ τὸ τὴν θεραπείαν δε-
χόρενονσ ὥσπερ ἀμέλει βλέπομεν πολλοὺς τῶν ίατρῶν
ἐν ἀπειρίᾳ τοῦ πρωτοπαθοῦντος μέρους προσεπιτρί-
δοντας τὴν νόσον δι’ ὧν θεραπεύουσι. Τῆς γάρ apem-
στίας οῦσης πολλάκις κατά θερμοῦ ἐπικράτησιν,
ἐπειδὴ τοῖς κατά πλεονασμὸν τοῦ ψυχροῦ κεκακωμέ-
νοις χρήσιμον τὸ θερμαῖνόν τε καὶ ἀναθάλπον ἐστὶ,
τὸ τούτοις κατά λόγον συνενεγκὸν , ἀπερισκέπτως τὸ
αὐτὸ τοῖς μὲν ἀμετρίᾳ θερμότητος ἐκκαιομένοις ἐπ-
ἀγαγόντες, δυσίατον τὸ πάθος ἐποίησαν. ’Ὠσπερ τοί-
νυν ἀναγκαιοτάτη τοῖς ἰατροῖς ἐνομίσθη ὴ κατανόηο
σις τῆς τῶν στοιχείων ἰδιότητος, ὅπως ἂν ἑκάστου
τῶν εὖ ἢ κακῶς διακειμένων γένοιτο τοῦ παρὰ φύ-
σιν διατεθέντοςὴ ἐπανόρθωσις · οὕτω καὶ ἡμεῖς ἐπὶ
ταύτην ἀναδραμόντες τὴν διαίρεσιν τῶν ὲν τῇ ψυχῇ
θεωρουμένων , ἀρχὴν καὶ ὑπόθεσιν τῆς κατάλληλου
τῶν παθῶν θεραπείας ποιησώμεθα τὴν γενικὴν θεω-
ρίαν. Ούκοῦν τριχῆ , καθὼς ἔφαμεν , διῃρημένης τῆς
ἰδίοτητος τῶν τῆς ψυχῆς κινημάτων , είς τὸ λογιστιο
κόν τε καὶ ἐπιθυμητικὸν καὶ θυμοειδές ' κατόρθωμα
μὲν τοῦ λογιστικοῦ μέρους τῆς ψυχῆς ἐστιν , ή εὐσε-
ϐὴς περὶ τὸ θεῖον ὑπόληψις , καὶ ἡ τοῦ καλοῦ τε καὶ
κακοῦ διακριτικὴ ἐπιστήμη , καί ή τρανήν τε καὶ
⁵ἀσύγχυτον ἔχουσα περὶ¹ τῆς φύσεως τῶν ὑποκειμέ-
νων τὴν δόξαν · τί μέν ἐστιν αἱρετὸν ὲν τοῖς οὖσι · τίν
δὲ βδελυκτὺν καὶ ἀπόόλητον. Καὶ πάλιν ἐκ τοῦ ἐναν-
τίου πάντως ή ὲν τῷ μέρει τούτῳ κακία θεωρηθή-
σεται , ὅταν ἀσέϐεια μὲν περὶ τὸ Θεῖον, ἀκρισία δὲ
περὶ¹ τὸ ὅντως καλόν· ἐνηλλαγμένη δέ καὶ ἐσφαλμένη
ἡ περὶ τὴν τῶν πραγμάτων φύσιν ὑπόληψις , ὥστε
τιθέναι τὸ φῶς σκότος, καὶ τό σκότος φῶς, και
θὼς φησιν ήΓραφή. Τοῦ δὲ ἐπιθυμητικοῦ μερους,
η μὲν ἐνάρετός ἐστι κίνησις τὸ πρὸς τὸ ὅντως ἑπι-
ἴθυμητικὺν, καὶ άληθῶς καλὸν ἀνάγεσθαι τὸν πόθον ο
(ι
καὶ εἴτις ἐν ἡμῖν ἐρωτικὴ δύναμίς τε καὶ διάθεσις,
ἐκεῖ κατασχολεῖσθαι πᾶσαν , ἐν τῷ πεπεῖσθαι μηδὲν

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.