PG 45, col. 225
ὅεκτὸν εἶναι τῇ ἑαυτοῦ φύσει ἄλλο, πλὴν τῆς ἀρε-
τῆς, καὶ τῆς τὴν ἀρετὴν πηγαζούσης φύσεως. Πα-
ρατροπὴ δὲ καὶ ἀμαρτία τοῦ τοιούτου μέρους ἐστὶν,
δταν τις μεταγάγῃ τὴν ἐπιθυμίαν πρὸς τὴν ἀνυπό-
στατον κενοδοξίαν· ἢ πρὸς τὸ ἐπικεχρωσμένον τοῖς
σώμασιν ἄνθος· δθεν γίνεται ἡ φιλοχρηματία, καὶ ἡ
φιλοδοξία, καὶ ἡ φιληδονία, καὶ πάντα τὰ τοιαῦτα,
ὅσα τοῦ τοιούτου ἤρτηται τῆς κακίας γένους. Πάλιν
δὲ τῆς θυμώδους διαθέσεως κατόρθωμα μέν ἐστιν ἡ
πρὸς τὸ κακὸν ἀπέχθεια, καὶ ὁ πρὸς τὰ πάθη πόλε-
μος, καὶ τὸ πρὸς ἀνδρείαν ἐστομῶσθαι τὴν ψυχὴν, ἐν
τῷ μὴ καταπτήσσειν τὰ τοῖς πολλοῖς φοβερὰ νομιζό-
μενα, ἀλλὰ μέχρις αἴματος πρὸς τὴν ἀμαρτίαν ἀν-
τικαθίστασθαι· καταφρονεῖν δὲ θανατικῆς ἀπειλῆς,
καὶ ἀλγεινῶν κολαστηρίων, καὶ τῆς τῶν ἡδίστων δια-
ζεύξεως, καὶ πάντων ἅπαξ τῶν διά τινος συνηθείας
καὶ προλήψεως ἐν ἡδονῇ τοὺς πολλοὺς κατεχόντων
κρείττονα γενέσθαι, τῆς τε πίστεως καὶ τῆς ἀρετῆς
προμαχόμενον. Τὰ δὲ ἀποπτώματα τοῦ τοιούτου μέ-
ρους ἐστὶν ἅπασι πρόδηλα, ὁ φθόνος, τὸ μῖσος, ἡ
μῆνις, αἱ λοιδορίαι, αἱ συμπλοκαὶ, αἱ ἐμφιλόνεικοί
τε καὶ ἀμυντικαὶ διαθέσεις, αἱ μέχρι πολλοῦ παρα-
τείνουσαι τὴν μνησικακίαν, καὶ πολλοὺς εἰς φόνους
καὶ αἶματα καταθήγουσαι. Μὴ γὰρ εὐρὼν ὁ ἀπα-
δευτος λογισμὸς δπου χρήσηται λυσιτελῶς τῷ ὅπλῳ,
ἐφʼ ἑαυτὸν τρέπεντὴν τοῦ σιδήρου ἀκμήν· καὶ γίνε-
ται τὸ ἐκ Θεοῦ δοθὶν ἡμῖν ἀμυντήριον ὅπλον τῷ κα-
κῶς κεχρημένῳ ὀλέθριον.
eaque arma, quæ nobis a Deo data sunt, ei qui
Τούτων τοίνυν κατὰ τὸν εἰρημένον διακρινηθέντων
τρόπον, ὅσα μὲν ἀμαρτήματα τοῦ λογιστικοῦ τῆς ψυ-
χῆς ἅπτεται μέρους,χαλεπώτερα παρὰ τῶν Πατέρων
ἐκρίθη, καὶ μείζονος καὶ διαρκεστέρας καὶ ἐπιπονω-
τέρας τῆς ἐπιστροφῆς ἄξια· οἶον εἴ τις ἡρνήσατο τὴν
εἰς Χριστὸν πίστιν, ἢ πρὸς Ἰουδαῖσμόν, ἢ πρὸς εἰ-
δωλολατρείαν, ἢ πρὸς Μανιχαῖσμὸν, ἢ πρὸς ἄλλο τι
τοιοῦτον ἀθεῖας εἶδος αὐτομολήσας ἐφάνη, ὁ μὲν
ἐκουσίως ἐπὶ τὸ τοιοῦτον ὀρμήσας κακὸν, εἶτα κα-
ταγνοὺς ἐαυτοῦ, χρόνον τὸν τῆς μετανοίας ἔχει, ὅλον
τὸν τῆς ζωῆς αὐτοῦ. Οὐδέποτε γὰρ μυστικῆς ἐπιτε-
λουμένης εὐχῆς, μετὰ τοῦ λαοῦ προσκυνῆσαι τὸν
Θεὸν καταξιοῦται, ἀλλὰ καταμόνας μὲν εὕξεται· τῆς
δὲ κοινωνίας τῶν ἀγιασμάτων καθόλου ἀλλότριος
ἔσται· ἐν δὲ τῇ ὥρᾳ τῆς ἐξόδου αὐτοῦ, τότε τῆς τοῦ
ἀγιάσματος μερίδος ἀξιωθήσεται. Εἰ δὲ συμβαίη
παρʼ ἐλπίδας ζῆσαι αὐτὸν, πάλιν ἐν τῷ αὐτῷ κρίματι
διαβιώσεται, ἀμέτοχος τῶν μυστικῶν ἀγιασμάτων
μέχρι τῆς ἐξόδου γινόμενος. Οἱ δὲ βασάνοις καὶ τι-
μωρίαις χαλεπσῖς αἰκισθέντες, ἐν ῥητῷ χρόνῳ ἐπ-
ετιμήθησαν, οὕτω τῶν ἀγίων Πατέρων φιλανθρωπίᾳ
ἐπʼ αὐτῶν χρησαμένων, ὡς οὐχὶ ψυχῆς γεγενημένης
ἐν πτώματι , ἀλλὰ τῆς σωματικῆς ἀσθενείας πρὸς
τὰς αἰκίας οὐκ ἀντισχούσης. Διὸ τῷ μέτρῳ τῶν ἐν
πορνείᾳ πλημμελησάντων, καὶ ἡ βεβιασμένη τε καὶ
ἐπώδυνος παράβασις ἐν τῇ ἐπιστροφῇ συνεμετρήθη.
Οt δὲ πρὸς γόητας ἀπιόντες, ἢ μάντεις, ἢ τοὺς
διὰ δαιμμόνων καθάρσιά τινα καὶ ἀποτροπιασμοὺς
ἐνεργεῖν ὑπισχνουμένους, οὗτοι ἐρωτῶνται διʼ ἀκρι-
βείας καὶ ἀνακρίνονται, πότερον ἐπιμένοντες τῇ εἰς