PG 45, col. 28

In inglese: The Great Catechism 6

Ἐπεὶ οὖν τῆς νοητῆς κτίσεως προῦποστάσης, καὶ.
ἑκάστης τῶν ἀγγελικῶν δυνάμεων πρὸς τὴν τοῦ παν-
τὸς σύστασιν ἐνεργείας τινὸς παρὰ τῆς τῶν πάντων
ὲπιστατούσης ἐξουσίας προσνεμηθείσης, ἦν τις δύνα-
μις ἡ τδν περίγειον τόπον συνέχειν τε καὶ περικρα-
τεῖν τεταγμένη, εἰς αὐτὸ τοῦτο δυναμωοεῖσα παρὰ
τῆς τὸ πᾶν οἱκονομού σης δυνάμεως· εἶτα κατεσκευάσθη
τὸ γήϊνον πλάσμα τῆς ἄνω δυνάμεως ἀπεικόνισμα ·
τοῦτο δὲ τὺ ζῶον ὁ ἄνθρωπος ⁸ καὶ ἦν ὲν αὺτῷ τὸ
θεοειδὲς τῆς νοητῆς φύσεως κάλλος, ἀρρήτῳ τινὶ
δυνάμει συγκεκραμένον· δεινὸν ποιεῖται καὶ οὐκ
ἀνεκτὸν ὑ τὴν περίγειον οἰκονομίαν λαχὼν, εί ὲκ τῆς
ὑποχειρίου αὐτῷ φύσεως ἀναδειχθήσεταί τις οὐσία
πρὸς τὴν ὑπερέχουσαν ἀξῐαν ὼμοιωμένη. Τὸ δ’ ὅπερ
ἐπὶ τὸ πάθος κατερρύη τοῦ φθόνου, ὁ ἐπὶ μηδενὶ κακῴ
κτισθεὶς παρὰ τοῦ τὸ πᾶν ὲν ἁγαθότητι συστησα-
μένου, τὺ μὲν δι’ ἀκριϐείας διεξιέναι, οὐ τῆς παρού-
σης πραγματείας ἐστί ’ δυνατὸν δ’ ἂν εἴη καὶ δι’
ὀλίγου τοῖς ἀπειθεστέροις παραθέσθαι τὸν λόγον
Τῆς γὰρ ἀρετῆς καὶ τῆς κακίας οὐχ ὡς δύο τινῶν
καθ’ ὑπόστασιν φαινομένων, ἡ ἁντιδιαπολὴ θεωρεῖ-
ται · ἀλλ’ ὥσπερ ἁντιδιαιρεῖται τῷ δντι τὸ μὴ ὃν, καὶ
οὐκ ἔστι καθ’ ὑπόστασιν εἰπεῖν τὺ μὴ ὃν ἀντιδιαστέλ-
λεσθαι πρὸς τὸ ὃν, ἀλλὰ τὴν ἀνυπαρξίαν ἁντιδιαιρεῖ-
σθαι λέγομεν πρὸς τὴν ὕπαρξιν · κατὰ τὸν αὑτὸν
τρόπον καὶ ἠ κακία τῷ τῆς ἀρετῆς ἁντικαθέοτηκε
λόγῳ, οὐ καθ’ ἑαυτήν τις οὖσα, ἀλλὰ τῇ ἀπουσία νοου-
μένη τοῦ κρείττονος · καὶ ὥσπερ φαμὲν ἀντιδιαιρέἶ-
σθαι τῇ ὁράσει τὴν πήρωσιν, οὐ καθ’ ἑαυτὴν οὖσαν
ὲν τῇ φύσει τὴν πήρωσιν, ἀλλὰ προλαόούσης ἕξεως
στέρησιν · οὕτω καὶ τὴν κακίαν ἐν τῇ τοῦ ἀγαθοῦ
στερήσει θεωρεῖσθαι λέγομεν, οἷόν τινα σκιὰν τῇ
διαχωρήσει τῆς ἀκτῖνος ὲπισυμὸαινουσαν. Ἐπειδὴ
τοίνυν ή ἄκτιστος φύσις, τῆς κινήσεως τῆς κατὰ τρο-
πὴν καὶ μεταϐολὴν καὶ ἀλλοίωσίν ἐστιν ἀνεπίδεκτος·
πᾶν δὲ τὸ διὰ κτίσεως ὑποστὰν, συγγενῶς πρὸς τὴν
ἀλλοίωσιν ἔχει’ διότι καὶ αὑτὴ τῆς κτίσεως ὴ ὑπό-
στασις, ἀπὸ ἀλλοιώσεως ἤρξατο, τοῦ μὴ δντος είς τὸ
εἶναι θείᾳ δυνάμει μετατεθέντος · κτιστὴ δὲ ἦν καὶ
ἡ μνημονευθείσα δύναμις, αὑτεξουσὶῳ κινήματι τὸ
δοκοῦν αἱρουμένη, ἐπειδὴ πρὸς τὸ ἀγαθόν τε καὶ
ἄφθονον ἐπέμυσε νόημα, ὥσπερ ὁ ἐν ἡλίῳ τοῖς βλεφά-
ροις ἐπιϐαλὼν τὰς ὄψεις σκότος ὁρᾷ , οὓτω κάκεῖνος
αὐτῷ τῷ μὴ θελῆσαι τὸ ἀγαθὸν νοῆσαι, τὸ ἐναντίον
τῷ ἀγαθῷ κατενόησε, τοῦτο δέ ἐστιν ὀ φθόνος. Ὀμο-
λογεϊ δὲ παντὸς πράγματος ἀρχὴν τῶν μεθ’ ἑαυτὴν
κατὰ τὸ ἀκόλουθον ὲπισυμϐαινόντων αἰτίαν εἶναι ·
οἷον τῇ ὑγεία, τὸ εὐεκτεῗν, τὸ ἐργάξεσθαι. τὸ καθ’
ἡδονὴν βιοτεύειν· τῇ δὲ νόσῳ, τὸ ἀσθενεῖν, ab ἀνν
ξνέργητον εἶναι, τὸ ὲν de“? τὴν ζωὴν ἔχειν ’ οὕτω

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.