PG 46, col. 1144

δημένον, ἄνετον πρὸς τὴν χώραν τῶν ζώντων ἐπανα-
τρέχει ; Νῦν, κατὰ τὴν προφητείαν, αἱ χαλκαῖ τοῦ
θανάτου πύλαι συντρίϐονται· οἱ σιδηροῖ συγκλῶνται
μοχλοὶ,οίς πρότερον καθειργμένον ἧν τὸ τῶν ἀνθρὼ-
πων γένος ὲν τῇ τοῦ θανάτου φρουρᾷ. Νῦν ἀνοίγεται,
καθώς φησιν ό Δασὶδ, ἡ πύλη τῆς δικαιοσύνης. Νῦν
ὁμόφωνος κατά πᾶσαν τὴν οἰκουμένην ὁ ἦχος τῶν
ἑορταζόντων ἀκούεται. Δι’ ἀνθρώπου Θάνατος, καὶ
δι’ ἀνθρώπου ἡ σωτηρία. Ὀ πρῶτος εἰς ἁμαρτίαν
ἔπεσεν ' ό δεύτερος τὸν πεπτωκότα ἀνέστησεν. Ἀποο
λελόγηται ὑπὲρ τῆς γυναικὸς ή γυνή ο ἡ πρώτη τῇ
ἀμαρτίᾳ τὴν εἴσοδον δέδωκεν , αὕτη δὲ τῇ εἰσόδῳ τῆς
δικαιοσύνης ὐπηρετήσατο. Ἐκείνη τοῦ ὄφεως τὴν
συμϐουλὴν ἐπεσπάσατο , αῦτη τὸν ἀναιρέτην τοῦ
ὄφεως παρεστήσατο , καὶ τοῦ φωτὸς τὸν γενέτην
ἀπεκύησεν. Ἐκείνη διὰ τοῦ ξύλου τὴν ἁμαρτίαν εἱσ-
ήγαγεν, αὕτη διὰ τοῦ ξύλου τδ ἀγαθὸν άντεισήγαγε.
Ξύλον δὲ λέγω τὸν σταυρόν ο ό δὲ τοῦ ξύλου τούτου
καρπὸς ἀειθαλὴς καὶ ἀμαράντινος ζωὴ τοῖς γευομέ-
νοις γίνεται. Καὶ μηδεὶς τῷ κατὰ τὸ Πάσχα μυστηρίῳ
Οὐκοῦν καὶ τὰ τοῦ Πάσχα καλὰ,τῶν περὶ τὴν
γέννησιν εὐφημιῶν, μέρος ὲστί. Κᾶν τὰς εὐεργεσίας
τῶν έν τοῖς Εύγαγγελίοιςί ἱστορηθέντων τις καταλέγῃ,
καὶ διεξέρχηται τά κατὰ τὰς ἰάσεις θαύματα, τὴν
ἐξ ἀπόρων τροφὴν, τὴν τῶν τεθνηκότων ἐκ τῶν μνη-
μάτων ὐποστροφὴν, τὴν αὐτοσχέδιον γεωργίαν τοῦ
οἴνου, τὴν τῶν δαιμονίων φυγὴν, τὴν τῶν ποικίλων
παθημάτων εἰς ὑγίειαν μεταϐολὴν , τά τῶν χωλῶν
ἅλματα, τοὺς ὲκ πηλοῦ ὀφθαλμοὺς, τὰς θείας διδα-
σκαλίας, τάς νομοθεσίας, τὴν διὰ τῶν παραϐολῶν
ἐπὶ τὰ ὑψηλότερα μυσταγωγίαν. Πάντα ταῦτα τῆς
παρούσης ἡμέρας χάρις ἐστίν · αῦτη γὰρ ἦρξε τῶν
ἐφεξῆς ἀγαθῶν. Οὐκοῦν Ἀγαλλιασὼμεθα, καὶ εὑ-
φρανθῶμεν ἐν aliti)" μὴ φοὸούμενοι τὸν ὀνειδισμὸν
τῶν ἀνθρώπων, κα)⁸ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττώ-
μενοι, καθὼς καὶ ό προφήτης παρεγγυάται,οἲ κατα·
χλευάζουσι τῆς οἰκονομίας τὸν λόγον, ὡς οὐκ εὐπρε-
πὲς ὃν σώματος ὑπελθεῖν φύσιν, καὶ διὰ γεννήσεως
έαυτὸν τῇ ἀνθρωπίνῃ ζωῇ καταμίξαι· τὸν Κύριον
ἀγνοοῦντες, ὡς ἔοικε, τὸ περἰτούτου μυστήριον, ὅπως
ἠ τοῦ Θεοῦ σοφία τὴν σωτηρίαν ἡμῖν ᾠκονομήσατο.
Ἑκουσίως ταῖς ἁμαρτίαις ἡμῶν ὲπράθημεν, auxi-dp-
γυρωνήτων δίκην τῷ ὲχθρῷ τῆς ζωῆς ἡμῶν κατεδουυ
λώθημεν. Τί σοι γενέσθαι παρά τοῦ Δεσπότου μάλι-
στα καταθύμιον ἦν ; οὐ τὸ ὲξαιρεθῆναιτῆς συμφορᾶς ;
Τί περιεργάζῃ τὸν τρόπον; τί νομοθετεῖς τῷ εὐερ-
γέτῃ, τῆς εὐεργεσίας μὴ άντιλαμϐανόμενος; ὥσπερ
ἂν εί τις καὶτὸν ἰατρὸν ἀπωθούμενος, καὶ μεμφό-
μενος τῆς εὐεργεσίας, ὅτι μὴ οὕτως, ἀλλ’ ἑτέρως τὴν

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.