PG 46, col. 168

In inglese: On Infants' Early Deaths 1

τως τις ἔπεστι καὶ τούτοις λόγος, τῆς σοφίας ἅμα
τοῦ Θεοῦ καὶτῆς προνοητικῆς ἐπιμελείας τὰ γνω-
ρίσματα φέρων. Τὸ γὰρ εἰκῆ τε καὶ ἀλόγως γινόμενον,
οὐκ ἂν ἔργον εἴη Θεοῦ. Θεοῦ γὰρ ἴδιον, καθώς φησιν
ἡ Γραφὴ, τὸ πάντα ὲν σοφίᾳ ποιεῖν. Τί οὖν τὸ σοφὸν
ὲν ἐκείνως Παρῆλθε διὰ γεννήσεως είς τὸν βίον ὁ
ἄνθρωπος, ἔσπασε τὸν ἀέρα, ἀπὸ οἰμωγῆς τὸ ζῇν
ἤρξατο, ὲλειτούργησε τῇ φύσει τὸ δάκρυον, ἀπήρξατο
τῷ βίῳ τῶν θρήνων, πρίν τινος μετασχεῖν τῶν κατὰ
τὸν βίον ἡδέων, πρὶν τονωθῆναι τὴν αἴσθησιν, ἔτι
λελυμένος ταῖς τῶν μελῶν ἁρμονίαις, ἁπαλός τε καὶ
διακεχυμένος, καὶ ἀδιάρθρωτος, xai. τὸ ὅλον εἰπεῖν.
πρὶν γενέσθαι ἄνθρωπος (εἴπερ ἀνθρώπου ίδιον ή
λογικὴ χάρις ἐστίν· όδὶ οὔπω ὲν ἑαυτῷ τὸν λόγον
ἐχώρησεν), οὗτος ό μηδὲν πλέον ἔχων, τοῦ ὲν τῇ μη·
τρώᾳ νηδῠι συνεχομένου, πλὴν τὸ ὲν ἀέρι γενέσθαι,
ὲν τούτῳ τῆς ἡλικίας ὢν, διὰ θανάτου λύεται, ἢ ἑτι-η
τεθεὶς, ἢ καταπνιγεὶς, ἢ κατὰ τὸ αὐτόματον δι’ ἀρο
ρωστίας τοῦ ζῇν παυσάμενος, τί χρὴ περὶ αὐτοῦ
ἐννοεῖν ; Πῶς περὶ τῶν οὕτω τετελευτηκότων ἒχειν ;
Ὄψεται ἆρα κάκείνη ἡ ψυχὴ τὸν κριτὴν, παραστήσε-
ται μετὰ τῶν ἄλλων τῷ βήματι. ὑφέξει τῶν βεσιωε
μένων τὴν κρίσιν, λήψεται τὴν κατ’ ἀξίαν ἀντίδοσιν,
ἢ πυρὶ καθαιρουμένη κατά τὰς τοῦ Εὑαγγελίου {pw-
νὰς, ἢ τῇ δρόσῳ τῆς εὐλογίας ἑναποψύχουσας
Ἐντεῦθεν δῆλον τρανῶς, ὅτι καθάρσιον πῦρ
ό Πατὴρ, τὰς μετὰ τὴν τελευτὴν ἑκάστου τῶν·
ἡμαρτηκότων, καὶ μὴ μετανοησάντων ἀξίως πρὸ
τελευτῆς, ἐν φλογὶ βασάνους φησι · κατὰ τὴν ἐν
τῷ Εὐαγγελίῳ παραϐολὴν, περί τε τοῦ πλουσίου,
καὶτοῦ Λαζάρου. Δῆλον γὰρ ὅτι ταῦτα ὦδε μέμνη-
ται τῆς παραϐολῆς τῷ εἰπεῖν, ἢ πυρί καθαιρομένη
(τοῦτο διὰ τὸν πλούσιον), ἢ τῇ δρόσῳ τῆς εὐλο-
γίας ἐναποψὺχουσα (τοῦτο διὰ τὸν Λάζαρον).
Ἠ δὲ ἀπόφασις τοῦ δικαίου κριτοῦ, ί Ἀπελεύσον-
ται οὗτοι μὲν εὶς αἰώνιον κόλασιν, οἱ δὲ δίκαιοι
εἰς ζωὴν αἰώνιον · ι οὔπω πρὸ τῆς κρίσεως χώραν
ἕχει ἑν τούτοις. ι
Ἀλλ’ οὐκ οἴδα πῶς χρὴ ταῦτα περὶ τῆς τοιαύτης(
ἐννοῆσαι ψυχῆς. Τὸ γὰρ τῆς ἀντιδόσεως ὄνομα, ττὶ
χρῆναί τι πάντως προπαρασχεθῆναι σημαίνει, τοῦ δὲ
μὴ βεϐιωκότος ὅλως, ἡ ὕλη τοῦ τι παρασχεῖν παραφῄ-
ρηται. Ἐφ’ ὧν δὲ δόσις οὐκ ἔστιν, οὐδὲ ἀντίδοσις κυρίως

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.