PG 46, col. 176

In inglese: On Infants' Early Deaths 1

εἴρηται. Ἐπεὶ δέ πως ἡ τοῦ ἀληθῶς ἀγαθοῦ ἄγνοια
καθάπερ τις ὀμίχλη τῷ διορατικῷ τῆς ψυχῆς ἐπ-
εσκότησεν, παχυνθεῖσα δὲ ἡ ὁμίχλη νέφος ἐγένετο,
ὥστε διὰ τοῦ βάθους τῆς ἀγνοίας, τὴν ἀκτῖνα τῆς
ἀληθείας μὴ διαδύεσθαι· ἀναγκαίως τῷ χωρισμῷ τοῦ
φωτὸς καὶ ἡ ζωὴ αὐτῆς συνεξέλιπεν. Εἴρηται γάρ
τὴν ἀληθῆ ζωὴν τῆς ψυχῆς ἐν τῇ μετουσίᾳ τοῦ ἀγα-
θοῦ ἐνεργεῖσθαι, τῆς δὲ ἀγνοίας πρὸς τὴν θείαν
κατανόησιν ἐμποδιζούσης ἐκπεσεῖν τῆς ζωῆς τὴν
ψυχὴν τὴν τοῦ Θεοῦ μὴ μετέχουσαν.
Μηδείς δὲ γενεαλογεῖν ἡμᾶς ἀναγκαζέτω τὴν
ἄγνοιαν, πόθεν αῦτη λέγων καὶ ἀπὸ τίνος · ἀλλ’ ἐξ
αὐτῆς νοείτω τῆς τοῦ ὀνόματος σημασίας, ὅτι ἡ γνῶ-
σις καὶ ή ἄγνοια τῶν πρός τί πως ἔχειν τὴν ψυχὴν
ἐνδείκνυται. Οὐδὲν δέ τῶν πρός τι νοουμένων τε καὶ
λεγομένων, οὐσίαν παρίστησιν. Ἄλλος γὰρ 6 τοῦ πρός
τι, καὶ ἐτερος 6 τῆς οὐσίας λόγος. Εἰ οὖν ἠ γνῶσις
οὐσία οὐκ ἐστιν, ἀλλά περιττὴ τῆς διανοίας ἐνέργεια ·
πολὺ μᾶλλον ἡ ἄγνοια πόρρω τοῦ κατ’ οὐσίαν εἶναι
ὡμολόγηται. Τὸ δὲ μὴ κατ’ οὐσίαν ὃν, οὐδὲ ἔστιν
ὅλως. Μάταιον τοίνυν ἂν εἴη περὶ τοῦ μὴ ὄντος, 16
ὅθεν ἐστὶ περιεργάζεσθαι. Ἐπειδὴ τοίνυν ζωὴν μὲν
’ ψυχῆς τὴν τοῦ Θεοῦ μετουσίαν 6 λόγος εἷναί φησι,
γνῶσις δέ κατά 16 ἐγχωροῦν ἐστιν ἡ μετουσία · ή δὲ
ἄγνοια οὐχί τινός ἐστιν ὕπαρξις, ἀλλά τῆς κατὰ τὴν
γνῶσιν ἐνεργείας ἀναίρεσις · τῷ δέ μὴ ἐνεργεῖσθαι
τοῦ Θεοῦ τὴν μετουσίαν ἡ τῆς ζωῆς ἀλλοτρίωσις
ἀναγκαίως ἐπηκολούθησεν (τοῦτο δ⁴ ἂν εἴη τῶν κακῶν
16 ἐσχατον)’ ἀκολούθως 6 τοῦ παντὸς ἀγαθοῦ ποιητὴς
τὴν τοῦ κακοῦ θεραπείαν ἐν ἡμῖν κατεργάζεται.
Ἀγαθὸν γάρ ἡ θεραπεία, τὸν δὲ τρόπον τῆς θερα-
πείας ἀγνοεῖ πάντως 6 μὴ πρὸς τὸ Εύαγγελικὸν pag-
πων μυστήριον. Κακοῦ τοίνυν ἀποδειχθέντος τοῦ ἀλ-
λοτριωθῆναι Θεοῦ,ὃστις ἐστὶν η ζωὴ, ὴ θεραπεία τοῦ
τοιούτου ἀῤῥωστήματος ἦν 16 πάλιν οίκειωθῆναι
Θεῷ, καὶ ἐν τῇ ζωῇ γενέσθαι. Ταύτης οὖν τῆς ζωῆς
κατ’ ἐλπίδα προκειμένης τῇ ἀνθρωπίνῃ φύσει, οὐκ
ἐστιν εἰπεῖν κῦρίως ἀντίδοσιν τῶν εὖ βεϐιωκότων
γενέσθαι τὴν τῆς ζωῆς μετουσίαν, καὶ τιμωρίαν τὸ ·
ἔμπαλιν. Ἀλλ’ ὅμοιόν ἐστι τῷ κατά τοὺς ὀφθαλμοὺς
ὑποδείγματι 16 λεγόμενον. Οὐδὲ γὰρ τῷ κεκαθαρμένῳ
τὰς ὄψεις ἐπαθλὸν τί φαμεν εἶναι καὶ πρεσϐεῖον τὴν
τῶν ὁρατῶν κατανόησιν, ἢ τῷ νοσοῦντι, 16 ἔμπαλιν,
καταδίκην τινὰ καὶ τιμωρητικὴν ἀπόϐασιν 16 μὴ
μετέχειν τῆς ὁρατικῆς ἐνεργείας. Ἀλλ’ ὡς ἀναγκαίως
ἕπεται τῷ κατὰ φύσιν διακειμένῳ 16 βλέπειν, τῷ τε
ἀπὸ πάθους παρενεχθέντι τῆς φύσεως, 16 μὴ ἐνερ-
γεῖν τὴν ὅρασιν· τὸν αὑτὸν τρόπον καὶὴ μακαρία
ζωὴ συμφνής ἐστι καὶ οἰκεία, τοῖς κεκαθαρμένοις τὰ

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.