PG 46, col. 244

ὐψηλόν νόημα διὰ τῶν τοιούτων ὀνομάτων δηλού-
μενον, πάντα τὸν Χριστὸν καὶ εἶναι καὶ λέγεσθαι.
Εἰ τοίνυν περίληψις παντὸς ὑψηλοῦ νοήματος ἐν τῷ
τοῦ Χριστοῦ νοεῖται ὀνόματι (τῷ γὰρ ὑψηλοτέρῳ τῶν
σημαινομένων καὶ τὰ λοιπὰ περιέχεται, ὡς ἔκαστον
τῶν ἄλλων τῇ ἐννοίᾳ τῆς βασιλείας ἐνθεωρεῖσθαι),
τάχα διʼ ἀκολούθου γένοιτο ἄν τις ἡμῖν τῆς τοῦ Χρι-
στιανισμοῦ ἐρμηνείας ἡ κατανόησις. Εἰ γὰρ τῷ
ὑπερέχοντι τῶν τῆς ἀφθάρτου φύσεως ἐρμηνευτικῶν
ὀνομάτων συνονομαζόμεθα οἱ διὰ τῆς εἰς αὐτὸν πί-
στεως πρὸς αὐτὸν συναπτόμενοι, ἀνάγκη πᾶσά ἐστι,
καὶ ὅσα μετὰ τοῦ ὀνόματος τούτου περὶ τὴν ἄφθαρ-
τον ἐκείνην θεωρεῖται φύσιν νοήματα, καὶ πρὸς ἐκεῖνα
ἡμῖν τὴν ὀμωνυμίαν κατὰ τὸ ἀκόλουθον γίνεσθαι. Ὡς
γὰρ τῇ μετοχῇ τοῦ Χριστοῦ τὴν τοῦ Χριστιανοῦ προσ-
ηγορίαν ἐσχήκαμεν, οὕτω προσήκει κατὰ τὸ ἀκό-
λουθον, καὶ πάντων ἡμᾶς τῶν ὑψηλῶν ὀνομάτων τὴν
κοινωνίαν ἐφέλκεσθαι. Καὶ καθάπερ ἐπὶ ἀλύσεως ὁ
τὴν κατὰ τὸ ἄκρον ἀγκύλην ἐπισπασάμενος, τὰς
συμφυῶς ἐχομένας ἀλλήλων διὰ τῆς μιᾶς ἂν ἐφελκύ-
σαιτο· οὕτως, ἐπειδὴ τῷ τοῦ Χριστοῦ ὀνόματι συμ-
φυῶς ἔχει καὶ τὰ λοιπὰ τῶν ἐρμηνευτικῶν τῆς ἀφρά-
στου καὶ πολυκιδοῦς ἐκείνης μακαριότητος, ἐπάναγ-
κες ἂν εἴη τὸν τοῦ ἐνὸς δραξάμενον, καὶ τὰ λοιπὰ τῷ
quæ continenter inter se cohærent, per unam attraxerit : ita quoniam Christi nomini reliqua quoquσ
quibus ineffabilis ac mnltiformis illa beatitudo explicatur, natura cohærent atque conjuncta sunt,necesso
Εἰ τοίνυν τὸ μὲν ὄνομά τις τοῦ Χριστοῦ ὑποδύοιτο,
δσα δὲ τῷ ὀνόματι τούτῳ συνθεωρεῖται μὴ δεικνύοι
τῷ βίῳ, καταψεύδεται τοῦ ὀνόματος ὁ τοιοῦτος, κατὰ
τὸ προτεθὲν ἡμῖν ὑπόδειγμα, προσωπεῖον ἄψυχον,
ἀνθρωπίνῳ χαρακτῆρι μεμορφωμένον, περιθεὶς τῷ
πιθήκῳ. Οὕτε γὰρ τὸν Χριστὸν ἔστι μὴ δικαιοσύνην
εἶναι, καὶ καθαρότητα, καὶ ἀλήθειαν, καὶ κακοῦ παν-
τὸς ἀλλοτρίωσιν, οὕτε Χριστιανὸν ἔστιν εἶναι (τόν
γε ἀληθῶς Χριστιανὸν), μὴ κὰκείνων τῶν ὀνομάτων
τὴν κοινωνίαν ἐν ἐαυτῷ δεικνύοντα. Οὐκοῦν, ὡς ἄν τις
ὅρῳ τοῦ Χριστιανισμοῦ τὴν διάνοιαν ἐρμηνεύσειεν,
οὕτως ἐροῦμεν, ὅτι Χριστιανισμός ἐστι τῆς θείας
φύσεως μίμησις. Καὶ μηδεὶς ὡς ὑπέρογκον καὶ ὑπερ-
βαίνοντα τὴν τῆς φύσεως ἡμῶν ταπεινότητα διαβαλ-
λέτω τὸν ὅρον· οὐ γὰρ ἐξέβη τὴν φύσιν ὁ ὅρος. Εἰ
γάρ τις τὴν πρώτην κατάστασιν τοῦ ἀνθρώκου λο-
γίσαιτο, εὐρήσει διὰ τῶν Εραφικῶν διδαγμάτων, ὅτι
οὐκ ἐξῆλθε τὰ μέτρα τῆς φύσεως ἡμῶν ὁ δρος. Ὁ τε
γὰρ πρώτη τοῦ ἀνθρώπου κατασκευὴ κατὰ μίμησιν
τῆς τοῦ Θεοῦ ὁμοιότητος ἦν (οὕτω τοῦ Μωῦσέως περὶ
τοῦ ἀνθρώπου φιλοσοφήσαντος, ἐν οἶς φησιν, ὅτι
« Ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον· κατʼ εἰκόνα Θεοῦ
ἐποίησεν αὐτὸν »), καὶ ἡ τοῦ Χριστιανισμοῦ ἐπαγγελία
ἐστὶ τὸ εἰς τὴν ἀρχαίαν εὐκληρίαν ἐπαναχθῆναι τὸν
ἄνθρωπον.
Εἰ δὲ τὸ ἀρχαῖον Θεοῦ ὀμοίωμα ὁ ἄνθρωπο, ἦν,
τάχα οὐκ ἔξω τοῦ σκοποῦ τὸν ὀρισμὸν πεποιήμεθα,
μίμησιν θείας φύσεως τὸν Χριστιανισμὸν εἶναι ἀπο-
φηνάμενοι. Ἡ μὲν οὖν ὑπόσχεσις τῆς προσηγορίας

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.