PG 46, col. 266

οικειώσει ἡμᾶς τῷ Χριστῷ, κᾶν Πάσχα αὐτόν εἶναι,
κᾶν ἀρχιερέα, παρὰ τοῦ Παύλου ἀκούσωμεν. Ἐτύθη
γὰρ ὡς ἀληθῶς ὑπὲρ ἡμῶν τδ Πάσχα Χριστός’ ἀλλ’
6 ἱερεὺς, προσάγων τῷ Θεῷ τὴν θυσίαν, οὐκ ἄλλος
τίς ἐστι παρ’ αὐτὸν τὸν Χριστόν. ι Ἑαυτὸν γὰρ, ι
φησι, ι ἀνήνεγκε προσφορὰν καὶ θυσίαν ὑπὲρ ἡμῶν..
Οὐκοῦν τοῦτο διὰ τούτων μανθάνομεν, ὅτι πρὸς
ἐκεῖνον βλέπων, τὸν ἑαυτὸν προσαγαγόντα προσφορὰν
καὶ θυσίαν, Πάσχα γενόμενον, καὶ αὐτὸς ἑαυτὸν παρα·
στήσει τῷ Θεῷ θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον, λο-
γικὴ λατρεία γενόμενος · 6 δὲ τρόπος τῆς ἱερουργίας
ἐστὶ, τὺ μὴ συσχηματίζεσθαι τῷ αἰῶνι τούτῳ, ἀλλὰ
μεταμορφοῦσθαι τῇ ἀνακαινώσει τοῦ νοὸς αὐτοῦ, ὲν
τῷ δοκιμάζειν, τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν, καὶ
εὐάρεστον. καὶ τέλειον. Οὐ γάρ ἔστι ζώσης τῆς
σαρκὸς, καὶ μὴ κατὰ τὸν πνευματικὸν ίερουργηθείσης
νόμον, τὸ ἀγαθὸν τοῦ Θεοῦ θέλημα ὲν αὐτῇ δειχθῇ-
ναι ⁸ διότι τὸ φρόνημα τῆς σαρκὸς, ἔχθρα είς Θεὸν,
καὶ τῷ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται. Οὐδὲ γὰρ
δύναται, ἓως ἂν ζῇ ἠ σὰρξ, ἦς διὰ τῆς ζωοποιοῦ
θυσίας ίερουργηθείσης, διὰ τοῦ νεκρῶσαι τά ἐπὶ γῆς
μέλη, δι’ ὧν ἐνεργεῖται τὰ πάθη , ἀνεμποδίστως τὸ
εὐάρεστον καὶ τέλειον θέλημα τοῦ Θεοῦ ὲν τῇ ζωῇ
αὐτῷ πεπιστευκότων κατορθωθήσεται. Οὕτως καὶ
ἱλαστήριον ὲν τῷ ίδίῳ αἵματι 6 Χριστὸς νοούμενος,
διδάσκει τὸν ταῦτα νοήσαντα, αὐτὸν ἕκαστον γενέ-
σθαι ἑαυτῷ ἱλαστήριον, διὰ τῆς τῶν μελῶν νεκρῶ-
σεως τὴν ψυχὴν ἀφαγνίξοντα. Ὅταν δὲ δόξης ἀπαύ-
γασμα , καὶ χαρακτὴρ ὑποστάσεως 6 Χριστὸς λέ-
γηται τῆς προσκυνουμένης αὑτοῦ μεγαλωσύνης διὰ
τῶν ῥημάτων τούτων τὰς ἐννοίας ἀναλαμϐάνομεν. Ὁ
γὰρ θεόπνευστος ὼς άληθῶς καὶ θεοδίδακτος Παῦλος,
6 ὲν τῷ βάθει τοῦ πλούτου τῆς σοφίας καὶ τῆς γνὼ-
σεως τοῦ Θεοῦ, τὰ ἄδηλα καὶ τὰ κρύφια τῶν θείων
μυστηρίων διερευνώμενος, τὰς γινομένας αὐτῷ θεέ·
θεν ὲλλάμψεις περὶ τῆς τῶν νάνεξερευνήτων τε καὶ
ἀνεξιχνιάστων κατανοήσεως, ἀτονωτέραν ἔχων τῆς
διανοίας τὴν γλῶτταν, καθὼς ἑχώρειή ἀκοὴ τῶν δε-
χομένων τὴν σύνεσιν αὐτοῦ,τὴν ὲν τῷ μυστηρίῳ, δι’
αἰνιγμάτων τινῶν ὑπέδειξεν· ὅσον ὑπουργεῖν τῇ δια-
νοίᾳ δυνατῶς εἶχεν ό λόγος, τοσοῦτον φθεγγόμενος.
Πάντα γὰρ ὅσα χωρεῖ ἡάνθρωπίνη δύναμις, κατα-
νοήσας, ἀνὲφικτόν τε καὶ ἀνεπίληπτον ἀνθρωπίνοις
λογισμοῖς τὸν τῆς ὑπερκειμένης οὐσίας προσφέρεται
λόγον. ’ ι
, Διδ τὰ περὶ αὐτῶν θεωρούμενα λέγων, εἰρήνην,
καὶ δύναμιν, καὶ ζωὴν, καὶ δικαιοσύνην, καὶ φῶς,
καὶ ἀλήθειαν, καὶ τὰ τοιαῦτα · τὸν περὶ αὐτῆς ὲκεί-
νης λόγον, ἄληπτον εἶναι παντελῶς διωρίσατο, εἰπὼν
μήτε ἑωρᾶσθαι ποτε τὸν Θεδν, μήτε ὀφθήσεσθαι. ‘
ι Ὃν εἶδε, ι γάρ, φησὶν, ι οὐδεὶς, οὐδὲ ίδεῖν δύνει-Ζ
¹⁷ l Timoth. tt, 6 ; Ephes. v, ’2.
⁸⁸ Rom. xu, 1. ¹⁹ ibid. 3.;
ιι Cor. ’χιιι ι.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.