PG 46, col. 294

ὑπερϐολὴν, ὁδὸν ύμῖν δείκνυμι. Ἒάν ταῖς γλώσσαις
τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ
μὴ ἔχω, γέγονα χαλκὸς ἡχῶν,ἦ κύμϐαλον ἀλαλάζον. a
TE δὲ τὸ κέρδος τῆς ἀγάπης, ἐντεῦθεν δηλοῖ· ιἩ
ἀγάπη ὀὗ ζηλοῖ, ού περπερεύεται, ού φυσιοῦται, οὐκ
ἀσχημονεῖ, ού ζητεῖ τὰ ἑαυτῆς, ού παροξύνεται, οὐ
λογίζεται τὸ κακὸν , οὐ χαίρει τῇ ἀδικία · συγχαίρει
τῇ ἀληθείᾳ , πάντα στέγει, πάντα πιστεύει, πάντα
ἐλπίζει, πάντα ὑπομένει· ή ἀγάπη οὐδέποτε ἐκπί-
πτει. ι Τί τοῦτό ὲστιν; Ei καὶ τῶν ἀλλων τις τύχοι
χαρισμάτων, ὢν τὸ ’Πνεῦμα παρέχει (γλώσσας λέγω
γενῶν, καὶ προφητείαν, καὶ γνῶσιν. καὶ χαρίσματα
ἰαμάτων), μηδέπω δὲ λυτρωθῇ καθαρῶς ἀπὸ τῶν ἔνο
δον ἐνοχλούντων παθῶν τῇ τοῦ Πνεῦματος βοηθείᾳ,
μηδὲ τὸ τέλειον τῆς σωτηρίας ἐν τῇ ψυχῇ δέξηται
φάρμακον· ἐν φόϐῳ καθέστηκεν ἔτι τῆς πτώσεως ,
τὴν στηρίξουσαν καὶ βεϐαιοῦσαν ὲν τῇ τῆς ἀρετῆς
στάσει μὴ ἔχων ἀγάπην. Ὅταν οῦν ἔλθῃ πρὸς σὲ
τῆς δεήσεως ἐκείνης ὁ πλοῦτος , τότε γίνου τῷ φρο-
νήματι πένης, ὑποπίπτων ἀεὶ , καὶ τὸ τῆς ἀγάπης
καλὸν, ὥσπερ τινὰ κρηπίδα τοῦ τῆς χάριτος θησαυ-
ροῦ. προσδοκῶν τῇ ψυχῇ, καὶ πρὸς πᾶν ἀγωνιζόμε-
νος -πάθος, μέχρι τοῦ ἐφικέσθαι τοῦ τῆς εὐσεϐείας
σκοποῦ. Πάλιν φησὶν ὀ Ἀπόστολος ο ι Εἴ τις ὲν Χριστῷ
καινὴ κτίσις, τά ἀρχαῖα παρῆλθε. a Καινὴν δὲ κτίσιν
ὲκάλεσε τὴν ὲν καθαρᾷ καὶ ἀμώμῳ καρδία, καὶ πάσης
ἀπηλλαγμένη κακίας καὶ πονηρίας καὶ αἰσχύνης,
ἐνοίκησιν τοῦ ἁγίου Πνεύματος. Ὅταν γὰρ μισήσῃ
μὲν ἠ ψυχὴ τὸ ἁμαρτάνειν , οίκειώσῃ δὲ αὐτὴνκατά
δύναμιν τῇ τῆς ἀρετῆς πολιτεία, καὶ δέξηται μετα-
ποιηθεῖσα τῷ βίῳ τὴν τοῦ Ηνεύματος εἰς ἑαυτὴν χάρ-
ριν, καινὴ γέγονεν ὅλη, καὶ ἁνεκτίσθη. Ἀλλά καὶ τὺ,
ε Ἐκκαθάρατε τὴν παλαιὰν ζύμην, ἴνα ἦτε νέον
φύραμα ο i καὶ τὺ, ι Ἐορτάζωμεν, μὴ ὲν ζύμῃ πα-
λαιᾷ, ἀλλ’ ἐν ἀζύμοις εἱλικρινείας καὶ ἀληθείας, i
τοῖς περὶ τῆς καινῆς κτίσεως εἰρημένοις συμφωνεῖ.
Πολλοὺς μὲν γάρ ἵστησιν ὁ πειρατὴς τῇ ψυχῇ βρό-
χους⁸ ἐλάττων δὲ καθ’ ἑαυτὴν ἡάνθρωπίνη φύσις
τῆς κατ’ ἐκείνου νίκης. Διὸ καὶ ὁπλίζειν ἡμᾶς ὁ
Ἀπόστολος κελεύει τά μέλη τοῖς οὐρανίοις ὅπλοις ,
τὸν θώρακα τῆς δικαιοσύνης. λέγων ο ι Ἐνδύσασθε,
καὶ ὑποδύσασθε ὲν ἑτοιμασίᾳ. τῆς εἰρήνης, καὶ περι-
ζιὶισασθε τηνὸσφὺν ὲν ἀληθείᾳ. Ἐπὶ πᾶσι δὲ τὸν ϐυ-
ρεδν τῆς πίστεως ἀναλαϐόντες, δυνήσεσθε πάντα τὰ
βέλτη τοῦ Πονηροῦ τὰ πεπυρωμένα σϐέσαι· i ταῦτα
δέ εστι τὰ ἀκόλαστα πάθη. Καὶ τὴν περικεφαλαίαν
δέξασθαι τοῦ σωτηρίου παρεγγυᾷ, καὶ τὴν ἁγίαν μά-
χαιραν τοῦ Πνεύ ματος. Ταύτην δὲ λέγει τὸν ὲν δυνάμει
θεοῦ Λόγον, ᾧ χρὴ τὴν δεξιὰν τῆς ψυχῆς ὁπλίσαντα
τὰς τοῦ Ἐχθροῦ μηχανὰς ἀποκρούεσθαι. Ὁρᾷς πόσους
ύπέδειξέ σοι τῆς σωτηρίας τρόπους ὁ Ἀπόστολος, εἰς
μίαν τείνοντας ὁδὸν, καὶ σκοπὸν Eva; ὲν οἷς καὶ πλη-
ao ιι Cor. v,'~n. υι Cor. ν, 7.
’⁷ Ι Cor. xm, 4-8.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.