PG 46, col. 325

e8s
ξις τοῦ τὸν γεγρσφόταε τόν λόγον μὴ ἄγαμον
εῖσνεαι.
Εθε πως οἶόν τε ἦν κάμοί τι γενέσθαι πλέον ἐκ
τῆς τοιαύτης σπουδῆς· ὡς μετὰ πλείονος ἂν τῆς
προθυμίας τὸν περὶ τούτων πόνον ἀνεστησάμην, εἴ-
περ κατὰ τὸ γεγραμμένον, ἐπʼ ἐλπίδι τοῦ μετασχεῖν
τῶν ἐκ τοῦ ἀρότρου καὶ ἀλοητοῦ γεννημάτων, ἐφιλο-
πόνουν τὸν λόγον. Nυνὶ δὲ τρόπον τινὰ ματαία καὶ
ἀνόνητος ἡ γνῶσις ἐμοὶ τῶν τῆς παρθενίας καλῶν,
ὡς τῷ βκὶ τὰ γεννήματα, τῷ μετὰ κημῶν ἐπιστρε-
φομένῳ τὴν ἄλωνα· ἢ ὡς τῷ διψῶντι τὸ ἀποῤῥέον
τῶν κρημνῶν ὕδωρ, ὅταν ἀνέφικτον ἦ. Μακάριοι δὲ
οἶς ἐν ἐξουσίᾳ τῶν βελτιόνων ἐστὶν ἡ αἴρεσις, καὶ
οὐκ ἀπετειχίσθησαν τῷ κοινῷ προληφθέντες βίῳ, καθά-
περ ἡμεῖς οἶόν τινι χάσματι πρὸς τὸ τῆς παρθενίας
καύχημα διειργόμεθα, πρὸς ἢν οὐκ ἔστιν ἐπανελθεῖν
ἔτιι τὸν ἅπαξ τῷ κοσμικῷ βίῳ τὸ ἴχνος ἐναπερεί-
σατα. Διὰ τοῦτο θεαταὶ μόνον τῶν ἀλλοτρίων ἐσμὲν
καλῶν ἡμεῖς, καὶ μάρτυρες τῆς ἐκατέρων μακαριό-
τηητος· κᾶν τι δεξιὸν περὶ παρθενίας νοήσωμεν, ταὐ-
ρὸν πάσχομεν τοῖς δψοποιοῖς τε καὶ ὑπηρέταις, οῖ
τὴν ἐπιτραπέζιον τῶν πλουσίων τρυφὴν ἄλλοις ἡδύ-
νουσιν, οὐδενὸς αὐτοὶ τῶν παρεσκευασμένων μετ-
έχοντες· ὡς μακάριόν γε ἂν ἦν, εἰ μὴ οὕτως εἶχε,
μηδὲ τῇ ὑστεροβουλίᾳ τὸ καλὸν ἐγνωρίσαμεν. Nυνὶ
δὲ ζηλωτοὶ μὲν ὄντως, καὶ πάσης εὐχῆς καὶ ἑπιθυ-
μίας ἐπέκεινα πράττοντες, οἶς ἡ δύναμις τῶν ἀπο-
λαύσεων τῶν ἀγαθῶν τούτων οὐκ ἀποκέκλεισται.
Ἡμεῖς δὲ καθάπερ οἱ τῇ πολιτείᾳ ʼτοῦ πλούτου τὴν
ἑαυτῶν παραθεωροῦντες πενίαν, πλεῖον ἀνιῶνται τοῖς
παροῦσι καὶ δυσχεραίνουσι· τὸν αὐτὸν τρόπον ὅσῳ
πλέον τὸν τῆς παρθενίας πλοῦτον ἐπιγινώσκομεν
τοσούτῳ μᾶλλον οἰκτείρομεν τὸν ἄλλον βίον, διὰ τῆς
τῶν βελτιόνων παρεξετάσεως, οἶον καὶ δσον πτωχεύει
καταμανθάνοντες. Οὐ λέγω μόνον δσα ὕστερον τοῖς
κατʼ ἀρετὴν βεβιωκόσιν ἀπόκειται, ἀλλὰ καὶ ὅσα τῆς
παρούσης ἐστὶ ζωῆς. Εἰ γάρ τις ἀκριβῶς ἐξετάζειν
ἔθέλοι τοῦ βίου τούτου τὸ πρὸς τὴν παρθενίαν διά-
φορον, τοσαύτην εὐρήσει τὴν διαφορὰν, ὅση σχεδὸν
πρὸς τὰ οὐράνια τῶν ἐπιγείων ἐστίν· ἔξεστι δὲ γνῶ-
ναι τὴν τοῦ λόγου ἀλήθειαν, αὐτὰ διασκεψαμένους τὰ
πράγματα. Πόθεν δέ τις ἀρξάμενος ἐπαξίας ἂν τὸν
θαρὺν τοῦτον ἐκτραγῳδήσειεν; πῶς ἄν τις τὰ
κοινὰ τοῦ βίου ὑσʼ δψιν ἀγάγοι κακὰ, ἃ πάντες μὲν
ἱ ἄνθρωποι διὰ τῆς πείρας γινώσκουσιν, οὐκ οἶδα
δὲ ὅπως ἐν αὐτοῖς τοῖς εἰδόσιν αὐτὰ λανθάνειν ἡ φύ-
σις ἐμηχανήσατο, ἐκουσίως τῶν ἀνθρώπων ἐν οἶς
εἰσιν ἀγνοούντων; Bούλει ἀπὸ τῶν ἡδίστων ἀρξώ-
μεθα; Οὐκοῦν τὸ κεφάλαιον τῶν ἐν τῷ γάμῳ σπου-
δαζομένων τὸ κεχαρισμένης ἐπιτυχεῖν ἐστι συμβιώ-
σεως. Καὶ δὴ ταῦθʼ οὕτως ἐχέτω, καὶ διὰ πάντων
μακαριστὸς ὑπογεγράφθω ὁ γάμος· γένος εὐδόκιμον,
πλοῦτος ἀρκῶν, ἡλικία συμβαίνουσα, τῆς ὥρας αὐτὸ
τὸ ἄνθος, φίλτρον πολὺ, καὶ οἶόν ἐστιν ἐν ἐκατέρῳ
ὑπὲρ τοῦ ἄλλου ὑπονοεῖσθαι· γλυκεῖα ἐκείνη φιλο-
τεικία τὸ ἑαυτὸν βούλεσθαι νικᾷν ἐν τῇ ἀγάπῃ ἑκά-

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.