PG 46, col. 324

γλώττης ἔχειν το ἀγαθὸν, δπερ ἴδιον μὲν τῆς ἀσω-
μάτου φύσεώς ἐστι καὶ ἐξαίρετον· ὑπὸ φιλανθρωπίας
δὲ Θεοῦ, καὶ τοῖς διὰ σαρκὸς καὶ αἶματος λαχοῦσι τὴν
ζωὴν ἐχαρίσθη, ἵνα καταβληθεῖσαν τὴν ἀνθρωπίνην
φὐσιν ὑπὸ τῆς ἐμπαθοῦς διαθέσεως, ὥσπερ τινὰ χεῖρα
τὴν τῆς καθαρότητος μετουσίαν ὀρέξασα, πάλιν ὁρ-
θώσῃ, καὶ πρὸς τὰ ἄνω βλέπειν χειραγωγήσῃ. Διὰ
τοῦτο γὰρ οἶμαι καὶ τὴν πηγὴν τῆς ἀφθαρσίας, αὐ-
τὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, μὴ διὰ γάμου
εἰσελθεῖν εἰς τὸν κόσμον, ἵνα ἐνδείξηται διὰ τοῦ τρό-
που τῆς ἐνανθρωπήσεως τὸ μέγα τοῦτο μυστήριον,
δτι Θεοῦ παρουσίαν καὶ εἴσοδον μόνη καθαρότηςἱκανή
ἐστι δείξασθαι· ἦν ἄλλως οὐκ ἔστι πρὸς ἀκρίβειαν
πᾶσαν κατορθωθῆναι, εἰ μὴ παντελῶς τις ἑαυτὸν τῶν
σαρκικῶν παθημάτων ἀλλοτριώσειεν. Ὁπερ γὰρ ἐν
τῇ ἀμιάντῳ Μαρίᾳ γέγονε σωματικῶς, τοῦ πληρώ-
ματος τῆς θεότητος ἐν τῷ Χριστῷ διὰ τῆς Παρθένου
ἐκλάμψαντος· τοῦτο καὶ ἐπὶ πάσης ψυχῆς κατὰ λόγον
παρθενευούσης γίνεται. Οὐκέτι σωματικὴν ποιουμέ-
νου τοῦ Κυρίου τὴν παρουσίανν· οὐ γὰρ γινώσκομεν
ἔτι, φησὶ, κατὰ σάρκα Χριστόν· ἀλλὰ πνευματικῶς
εἰσοικιζομένου καὶ τὸν Πατέρα ἑαυτοῦ συνεισάγον-
τος, καθώς φησί που τὸ Εὐαγγέλιον. Ἐπεὶ οὗν το-
σαύτη ἐστὶ τῆς παρθενίας ἡ δύναμις, ὡς καὶ ἐν τοῖς
οὐρανοῖς παρὰ τῷ Πατρὶ τῶν πνευμάτων μένειν,
καὶ μετὰ τῶν ὑπερκοσμίων χορεύειν δυνάμεων, καὶ
τῆς ἀνθρωπίνης σωτηρίας ἐφάπτεσθαι· τὸν μὲν Θεὸν
διʼ ἐαυτῆς πρὸς τὴν τοῦ ἀνθρωπίνου βίου κοινωνίαν
κατάγουσα, τὸν δὲ ἄνθρωπον ἐν ἑαυτῇ πρὸς τὴν τῶν
οὐρανίων ἐπιθυμίαν πτεροῦσα, καὶ οἱονεὶ σύνδεσμός
τις γινομένη τῆς ἀνθρωπίνης πρὸς τὸν Θεὸν οἰκειώ-
σεως, τὰ τοσοῦτον ἀλλήλοις ἀφεστῶτα τῇ φύσει τῇ
παρʼ ἐαυτῆς μεσιτείᾳ εἰς συμφωνίαν ἀνάγουσα, τίς
ἂν εὐρεθείη δύναμις λόγων συνανιοῦσα τῷ θαύματι;
Ἀλλʼ ἐπειδὴ ἄτοπον παντελῶς ἀφώνοις ἢ ἀναισθήτοις
ὅμοιον φαίνεσθαι, καὶ τῶν δύο τὸ ἔτερον, ἢ μὴ ἐπ-
εγνωκέναι δοκεῖν τὰ τῆς παρθενίας καλὰ, ἢ ἄπληκτον
καὶ ἀκίνητον πρὸς τὴν τῶν καλῶν αἴσθησιν ἐπιδει-
χθῆναι· βραχέα τινὰ περὶ αὐτῆς εἰπεῖν, διὰ τὸ δεῖν ἐπὶ
πᾶσι πείθεσθαι τῇ ἐξουσίᾳ τοῦ ἐπιτάξαντος ἡμῖν.
προεθυμήθημεν. Μηδεὶς δὲ τοὺς κομπωδεστέρους
παρʼ ἡμῶν ἐπιζητείτω τῶν λόγων· ἔστι μὲν γὰρ οὐδὰ
βουλομένοις ἡμῖν ἴσως δυνατὸν τὸ τοιοῦτον, ἀμελε-
τήτοις οὕσι τῆς τοιαύτης λέξεως. Εἰ δὲ καὶ παρῆν
τοῦ κομπάζειν ἡ δύναμις οὐκ ἂν τοῦ κοινῇ λυσιτε-
λοῦντος τὸ ἐν ὀλίγοις εὐδοκιμῆσαι προετιμήσαμεν.
βητεῖν γὰρ ἐξ ἀπάντων οἶμαι δεῖν τόν γε νοῦν ἔχονπτα,
οὐκ ἐξ ὧν ὑπὲρ τοὺς λοιποὺς θαυμασθήσεται, ἀλλʼ

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.