PG 46, col. 328

In inglese: On Virginity 3

Οὐ λέγω τὸν τοῖς εὐδοκιμοῦσιν ἐπιφυόμενον φθόνον.
καὶ τὸ, πρόχειρον εἶναι πρὸςέπιϐουλὴν τῶν ἀνθρώ-
πων τὸ δοκοῦν εὐημερεῖν ἐν τῷ βίῳ, καὶ ὅτι πᾶς
6 μὴ ἰσομοιρῶν ἐν τῷ κρείττονι, φυσικόν τι πρὸς
r6v ὑπερέχοντα τὸ μῖσος ἔχει’ καὶ διὰ τοῦτο δι’ ὐπ-
οψίας τοῖς δοκοῦσιν εὐθυμεῖν 6 βίος ἐστιν, πλείω τῶν
ἡδέων τὰ λυπηρὰ παρεχόμενος. Παρίημι ταῦτα, ὡς
καὶ¹ τοῦ φθόνου κατ’ ἐκείνων ἀργοῦντος. Καίτοι γε
οὐ ῥᾴδιόν ἐστιν εὑρεῖν ὅτῳ τά δύο κατά ταύτὸν
συνηνέχθη, καὶ ὑπὲρ τοὺς πολλοὺς εὐδαιμονεῖν, καὶ
διαφεύγειν τὸν φθόνον. Πλὴν ἀλλὰ πάντων τῶν τοιούο
των ἐλευθέραν αὐτῶν τὴν ζωὴν, ει δοκεῖ, ὐποθὼμεθα.
Καὶ ἴδωμεν εί δυνατόν ἐστιν εὐθυμεῖν τούς ἐν τοι-
αὐτη διάγοντας εὐημερίᾳ. Τί οὖν ἔσται τὸ λυποῦν,
ἐρεῖς, εί μηδὲ 6 φθόνος τῶν εὐδαιμονούντων καθ-
adierat; Τοῦτο αὐτό φημι r6 διὰ πάντων αὐτοῖς τὸν
βίον καταγλυκαίνεσθαι, τοῦτό ἐστι τὸ τῆς λύπης ὐπ-
έκκαυμα. Ἕως γὰρ ἄνθρωποι ὦσι, r6 θνητὸν τοῦτο
καὶ ἐπίκηρον πρᾶγμα, καὶ τούς τάφους τῶν ἀφ’ ὧν
γεγόνασι βλέπωσιν, ἀχώριστον ἔχουσι κα)⁵ συνεζευ-
γμένην τῇ ζωῇ τὴν λύπην, εί καὶ μικρὸν μετέχοιεν
τοῦ λογίζεσθαι. Ἦ γὰρ διηνεκὴς τοῦ θανάτου προσ-
δοκία, οὐκ ἐπὶ ῥητοῖς τισι σημείοις ἐπιγινωσκομένη,
ἀλλά διὰ τὴν ἀδηλίαν τοῦ μέλλοντος, πάντοτε ὡς
ἐνεστηκυῖα φοϐοῦσα, τὴν ἀεὶ παροῦσαν εὐφροσύνην
συγχεῖ, τῷ φόϐῳ τῶν ἐλπιζομένων τὰς εὐθυμίας ἐπι-
ταράσσουσα. Εί γὰρ ἦν δυνατὸν πρὸ τῆς πείρας τὰ
τῶν πεπειραμένων μαθεῖν, εί γὰρ ἐξῆν δι’ ἄλλης τι·
νὸς ἐπινοίας ἐντὸς τοῦ βίου γενόμενον, ἐποπτεῦσαι
τά πράγματα’ πόσος ἂν ἦν 6 δρόμος τῶν αὐτομολούν-
των πρὸς τὴν παρθενίαν ἀπὸ τοῦ γάμουι πόση φυ-
λακὴ καὶ προμήθεια τοῦ μήποτε ἀφύκτοις πάγαις
ἐγκρατηθῆναι, ὧν τὴν δυσκολίαν οὐκ ἐστιν ἄλλως δι’
ἀκριϐείας μαθεῖν, μὴ ἐντὸς τῶν ἀρκύων γενόμενον l
Εἶδες γὰρ ἂν, εἴπερ ίδεῖν ἀκινδύνως ἐξῆν, πολλὴν
τῶν ἐναντίων τὴν σύγχυσιν, γέλωτα δακρύοις ἐμπε-
φυρμένον, καὶ λύπην εὐφροσύναις συμμεμιγμένην,
πανταχοῦ τοῖς γινομένοις συμπαρόντα διὰ τῶν ἐλπίε-
δων τὸν θάνατον, καὶ ἑκάστου τῶν καθ’ ἡδονὴν ἐφ-
απτόμενον. Ὅταν ἴδῃ 6 νυμφίος r6 ἀγαπώμενον
πρόσωπον, εὐθὺς πάντως καὶ 6 φόϐος τοῦ χωρισμοῦ
συνεισέρχεται · κᾶν ἀκούσῃ τῆς ἡδίστης φωνῆς, καὶ
τὸ μὴ ἀκούσεσθαί ποτε ἐννοῄσει* καὶ ὅταν εὐφρανθῇ
τῇ θεωρίᾳ τοῦ κάλλους, τότε μάλιστα φρίττει τὴν
προσδοκίαν τοῦ πένθους· ἐὰν τὰ τίμια τῇ νεότητι,
καὶ ὃσα παρά τῶν ἀνοήτων σπουδάζεται κατανοήσῃ ο

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.