PG 46, col. 336
πωρία συνέζευκται, τί ἄν τις περὶ τῶν ἐναντίων στο-
χάσαιτο; Ἠπου πᾶσα λόγου ὑπογραφὴ τῆς ἀληθείας
ἐλάττων ἐστὶ. τὸν βίον αὐτῶν ὑπ’ ὄψιν ἀγαγεῖν ἑπι-
χειροῦσα. Ἀλλ’ ἐστιν ἴσως δι’ ὀλίγου τὸ πολὺ τῆς
κατὰ τὴν ζωὴν ἀηδίας ἐνδείξασθαι, ὅτι ἐναντίως
πρὸς τοὺς εὐημερεῖν δοκοῦντας συγκεκληρωμὲνοι τῷ
βίῳ, καὶ τὰς λύπας ἀπὸ τῶν ἐναντίων ἔχουσι. Τοῖς
μὲν γὰρ εύθυμοῦσι ταράσσει τὸν βίον ό προσδοκώ-
μενος ἢ καὶ παραγινόμενος θάνατος, τούτοις δὲ
συμφορά ἐστιν ἡ ἀναϐολὴ τοῦ θανάτου · καὶ ὁ μὲν
βίος αὐτοῖς πρὸς τὸ ἐναντίον διέστηκεν, ὴ δὲ ἀθυμία
πρὸς τὸ αὐτὸ πέρας ἀμφοτέροις συμφέρεται. Οὕτω
πολύτροπός ἐστι καὶ ποικίλη τῶν ὲκ τοῦ γάμου κα-
κῶν ἡ χορηγία · λυποῦσι γὰρ ὁμοίως καὶ γινόμενοι
παῖδες καὶ μὴ ὲλπιζόμενοι· καὶ πάλιν ζῶντες καὶ ⁷
ἀποθνήσκοντες. Ὀ μὲν γὰρ εύθηνεῖται παισὶν, οὐδὲ
τροφῆς ἔχων ἱκανῶς ο τῷ δὲ οὐχ ὕπεστιν ὁ τοῦ κλήρου
διάδοχος ἐπὶ πολλοῖς οἷς ὲμόχθησεν. καὶ ὲν ἀγαθῶν
μοίρᾳ τὴν τῶν ἀλλοτρίων ποιεῖται συμφοράν· ἑκά-
τερος αὐτῶν ἐκεῖνο γενέσθαι βουλόμενος, ἐφ’ ᾧδυσο
φοροῦντα βλέπει τὸν ἓτερον. ᾯ μὲν γὰρ τέθνηκεν
ἠγαπημένος παῖς, ᾧ δὲ ἐπεϐίω ό ἄσωτος · ἐλεεινοὶ δὲ
ἀμφότεροι· ὁ μὲν τὸν θάνατον τοῦ παιδὸς, ό δὲ τὴν
ζωὴν ὀδυρόμενος. Ἐῶ ζηλοτυπίας καὶ μάχας, εἴτε
ἐξ ἀληθῶν πραγμάτων, εἴτε ἐξ ὑπονοιῶν συνισταμέ-
νας, εἰς οἷα πάθη καὶ συμφορὰς καταλήγουσι. Τίς
γὰρ ἂν πάντα μετὰ ἀκριϐείας ἀπαριθμήσαιτο; Σξί
δὲ εί βούλει μαθεῖν, ὅπως ἐμπέπλησται τῶν τοιούτων
κακῶν η ἀνθρωπίνη ζωὴ. μή μοι ἀναλάϐῃς τὰ πα-
λαιά διηγήματα, ἃ. τοῖς ποιηταῖς τῶν δραμάτων τὰς
ὑποθέσεις ἔδωκε · μῦθοι γάρ ἐκεῖνα διά τὴν ὑπερϐο-
λὴν τῆς ἀτοπίας νομίζονται, ὲν οἷς παιδοφονίαι, καὶ
τεκνοφαγίαι, φόνοι τε ἀνδρῶν, καὶ μητροκτονίαι, καὶ
ἀδελφῶν σφαγαὶ, καὶ μίξεις παράνομοι, ml. ἡ πανι-
τοδαπὴ, τῆς φύσεως σύγχυσις· ἠν οἱ τὰ ἀρχαία δι-
ηγούμενοι ἀπὸ γάμων ἀρχόμενοι τῆς ἀφηγήσεως, εἰς
τὰς τοιαύτας συμφορὰς καταλήγουσιν. Ἀλλ’ ἐκεῖνα
πάντα καταλιπὼν, θεώρησον ἐπὶ τῆς παρούσης τεῖ
βίου σκηνῆς τάς ὲν αὐτῷ τραγῳδίας· ὧν χορηγὸς
γίνεται τοῖς ἀνθρώποις ὁ γάμος. Ἐλθὲ ἐπὶ τά δικα-
στήρια, ἀνάγνωθι τοὺς περὶ τούτων νόμους, ἐκεῖ
κατόψει τά τῶν γάμων ἀπόρρητα. Ὥσπερ γὰρ ὅταν
ίατρῶν ἀκούσῃς τὰ ποικίλα πάθη διεξιόντων, τὴν
ἀθλιότητα μανθάνεις τοῦ ἀνθρωπίνου σώματος, οἵων
καὶ ὅσων κακῶν δεκτικόν ὲστι διδασκόμενος ³ οὓτως
ἐπειδὰν τοῖς νόμοις ἐντύχῃς, καὶ γνῷς τὰς πολυτρὸο
πους τῶν γάμων παρανομίας, καθ’ ὧν ἐκεῖνοι τὰς
τιμωρίας ὁρίζουσιν, ἀκριόῶς διδάσκῃ τοῦ γάμου τὸ
ἴδια. Οὔτε γὰρ ἰατρὸς τὰ μὴ ὄντα θεραπεύει πάθη.
οὔτε νόμος τὰ μὴ γινόμενα θεραπεύει κακά.