PG 46, col. 337

Μᾶλλον δὲ τί χρὴ μικρολόγως τοῦ τοιούτου βίου
τὴν ἀτοπίαν ἐλέγχειν, ὲν μόναις μοιχείαις , καὶ δια-
στάσεσι, κα). ἐπιϐουλαῖς περιορίζοντας τὴν τῶν συμι
φορῶν άρίθμησιν ; δοκεῖ γάρ μοι τῷ ὑψηλοτέρῳ καὶ
ἀληθεστέρῳ λόγῳ, πᾶσα ἡτοῦ βίου κακία , ἡ πᾶσι
πράγμασι καλ⁸ ἐπιτηδεύμασιν ὲνθεωρουμένη, μηδε-
μίαν εὑρίσκειν ἀρχὴν κατά τῆς τοῦ ἀνθρώπου ζωῆς,
εἴτις ἑαυτὸν μὴ ὑπαγάγοι τῇ ἀνάγκη τοῦ βίου τού-
του. Οὕτω δὲ ἡμῖν ἡ ἀλήθεια τοῦ λόγου φανερωθήσε-
ται· Ὀ τὴν τοῦ βίου τούτου ἀπάτην κατανοήσας κα-
θαρῷ τῷ τῆς ψυχῆς ὀφθαλμῷ, καὶ ὑψηλότερος τῶν
ἐνταῦθα σπουδαζομένων γενόμενος· καὶ, καθώς φησιν
ό Ἀπόστολος, καθάπερ τινὰ δυσώδη σκύόαλα πάντα
περιορῶν, καὶ τρόπον τινὰ τοῦ βίου παντὸς διὰ τῆς
τοῦ γάμου ἀναχωρήσεως ἑαυτὸν ἐξοικίσας, οὐδεμίαν
εχει κοινωνίαν πρὸς τὰ κακά τά ἀνθρώπινα · πλεον⁴
εξίαν λέγωκαὶ φθόνον, ὀργήν τε καὶ μῖσος, καὶ κενῆς
δόξης ἐπιθυμίαν , καὶ τά ἄλλα ὅσα τοιούτου γένους
ἐστίν. Πάντων δὲ τῶν τοιούτων τὴν ἀτέλειαν ἔχων,
καὶ διὰ πάντων ἐλευθεριάζων καὶ εἱρηνεύων τῷ βίῳ,
οὐκ ἐστιν ἐφ’ ᾧτε φιλονεικήσει τοῖς γειτνιῶσι τὸν
φθόνον, οὐδενὸς τῶν τοιούτων ἁπτόμενος, οἷς ό φθόνος
ὲν τῇ ζωῇ περιφύεται · παντὸς γὰρ τοῦ κόσμου τὴν
ἑαυτοῦ ζωὴν ὑπεράρας, καὶ μόνον τίμιον ἑαυτῷ κτῆα
μα νομίζων τὴν ἀρετὴν, άλυπόν τινα καὶ εἰρηνικὸν καὶ
ἄμαχον βιοτεύσει βίον. Τῆς γὰρ ἀρετῆς ἡ κτῆσις, κᾶν
πάντες μετέχωσιν αὐτῆς ἄνθρωποι, κατὰ τὴν ἑαυτοῦ
δύναμιν ἕκαστος, ἀεὶ πλήρης τοῖς ἐπιθυμοῦσιν ἐστιν ·
οὐ κατὰ τὴν ἐπὶ γῆς κτῆσιν, ἢν διαιροῦντες είς τμή-
ματα, ὅσον ᾇν προσθῶσι τῇ μιᾷ μερίδι, τοσοῦτον ὑφεί-
λοντο τῆς ἑτέρας, καὶ πλεονασμὸς τοῦ ἑνὸς, ἐλάττω-
σίς ἔστι τοῦ συμμετέχοντος. Ὅθεν καὶ αί περὶ τοῦ
πλείονος μάχαι, διὰ τὸ πρὸς τὸ ἐλαττοῦσθαι μῖσος τοῖς
ἀνθρώποις συνίστανται ο ἐκείνου δὲ ἀνεπίφθονός ἐστιν
ἡ πλεονεξία τοῦ κτήματος, καὶ ό τὸ πλεῖον ἀρπάσας,
οὐδεμίαν ἡνεγκε ζημίαν τῷ μετασχεῖν ἀξιοῦντι τῶν
ῐσων ' ἀλλ’ ὅσον ἐστί τις χωρητικὺς, αὑτός τε πλη-
ροῦται τῆς ἀγαθῆς ἐπιθυμίας , καὶ ό πλοῦτος τῶν
ἀρετῶν ὲν τοῖς προλαϐοῦσιν ού καταναλίσκεται. ὐ
_ τοίνυν πρὸς τοῦτον ἀποϐλέπων τὸν βίον, καὶ τὴν
ἀρετὴν ἐαυτῷ θησαυρίζων , ἢν οὐδεὶς ὄρος ἀνθρωπι-
νος περιγράφει, ἆρα καταδέξεταί ποτε πρός τι τῶν
ταπεινῶν καὶ πεπατημένων τὴν ἑαυτοῦ ψυχὴν ἐπι·
κλῖναι ; ἄρα θαυμάσεται τὸν γήϊνον πλοῦτον , ἢ
δυναστείαν ἀνθρωπίνην, ἢ ἄλλο τι τῶν ὑπ’ ἀνοίας
σπουδαζομένων; Et μὲν γάρ τις ἔτι περὶ ταῦτα διά-
κειται ταπεινῶς, ἔξω τοῦ τοιούτου ἂν εἴη χοροῦ, καὶ
οὐδὲν πρὸς τὸν ἡμέτερον ἕξει λόγον ⁸ εί δὲ τὰ ἄνω
φρονεῖ, καὶ συμμετεωροπορεῖ τῷ Θεῷ, ὑψηλότερος
ν πάντως τῶν τοιούτων ἐστὶν, οὐκ ἔχων τὴν κοινὴν
ἀφορμὴν τῆς περὶ ταῦτα πλάνης, τὸν γάμον λέγω ⁸
τοῦ γὰρ ὑπὲρ τοὺς ἄλλους θέλειν εἷναι,τὸ χαλεπὸν
τοῦτο πάθος, ἡ ὑπερηφανία, ὃ δὴ μάλιστα σπέρμα
³ Philipp. Iu,8.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.