PG 46, col. 420

hodie senem, cras lorentem et elegantem adole- ὰ μᾶλως, καὶ ὡς ἔτυχε, πᾶσαν ἡλικίαν ἐξάγει, σήμε-
ρον τὸν πρεσβύτην, αὕριον τὸ ἀνθοῦν καὶ χαρίεν μει-
ράκιον, μετʼ ὀλίγον τὸν αὐξανόμενον τοῦ ἰούλου, πά-
λιν τὸν ῥωμαλέον, καὶ ἀκμάζοντα, αὕθις τὴν γραῦν,
ὀμοῦ τὴν κόρην. Ταῦτα ὁρῶντες, τὴν ἀδηλίαν ἀσφα-
λισώμεθα· Οὐ γάρ ἐστιν ἐργῶδες, ἵνα ἀσαὸς κενωθῇ
τοῦ πνεύματος, μικρὸν ὑπανοιγέντος τοῦ στόμα-
τος, οὐδὲ δύσκολον ἄνθρωπον ἐν ἀκαρεῖ τὴν ψυχὴν
προέσθαι.
Ὁρῶ ὅταν ποτὲ σεισμὸς ἐπιγένηται τῷ βίῳ, ἢ
λιμὸς, ἢ πολεμίων καταδρομὴ, πάντας ἐπειγμένως
ἐπὶ τὸ βαπτιστήριον σπεύδοντας, ἵνα μὴ κενοὶ τῆς
χάριτος ἐξ ἀνθρώπων ἀπέλθωσιν. Τί οὖν; τὰ ἄλλα
τὰ ποικίλα πάθη καὶ ἀπροσδόκητα οὐκ ἱσοδυναμεῖ
aus eamdem vim habent quam illa mala Apople- τοῖς κακοῖς ἐκείνοις; Ἀποπληξίαι, παρακοπαὶ, πνί-
xiæ, syncopæ, inopinstæ suffocntiones, ventoruῳ ⁵ βεις ἀδόκητοι, πνευμάτων ἐνστάσεις, καὶ τὰ τούτων
ἀκόλουθα; Οὐ βλέπομεν τοὺς ἐν τῷ τρέχειν πίπτον-
τας, ἐσθίοντας καὶ τελείως τῆς τροφῆς παυομένους,
καθεύδοντας καὶ λανθανόντως τῷ ἀδελφῷ τοῦ ὕπνου
τῷ θανάτῳ προσαγομένους; Ἀσφάλισαι τὸ ἀστάθμη-
τον καὶ ἄδηλον τοῦ βίου. Μὴ ἐμπορεύου τὴν χάριν.
ἵνα μὴ ἐκπέσης τῆς δωρεᾶς. Τοσαῦτα χρεώστησον,
δσα δυνατὸν καὶ συγχωρηθῆναι, ὅσα καὶ τὴν φιλαν-
θρωπίαν τοῦ βασιλέως οὐκ ἀποκλείσει. Καὶ γὰρ οὲ
τῆς γῆς ἄρχοντες ὅταν τινὰ λάβωσιν ὑπεράγαν σπα-
θήσαντα τὰ δημόσια, καὶ τῶν βασιλικῶν χρημεάτων
ὐπὲρ κόρον κατατρυφήσαντα, τῆς μὲν ἀποδόσεως
ἀπογινώσκουσι· κολάζουσι δὲ πικρῶς, ἀντὶ τῶν χρη-
μάτων ταῖς 7ιμωρίαις ἀρκούμενοι. Πολλοὺς χρόνους
ἐχαρίσω τῇ ἡδονῇ· δὸς καὶ τῇ φιλοσοφίᾳ σχολήν. Ἀπό-
δυσαι τὸν παλαιὸν ἄνθρωπον, ὡς ἱμάτιον ῥυπαρὸν, τὸ
αἰσχρὸν, τὸ γέμον αἰσχύνης τὸ ἐκ τοῦ πλήθους τῶν
ἀμαρτιῶν πολυκόλλητον, τοῖς οἰκτροῖς ῥακίοις περι-
κεκεντημένον τῆς ἀνομίας. Δέξαι δὲ τὸ τῆς ἀφθαρσίας
ἔνδυμα, ὅπερ ὁ Χριστός σοι διαπλώσας προτείνεται,
καὶ μὴ ἀπώσῃ τὴν δωρεὰν, ἵνα μὴ ὑβρίσῃς τὸν δωρη-
σάμενον. Ἐπὶ μακρὸν ἐνεκυλίσω τῷ βορβόρῳ· σπεῦ-
σον, ἄνθρωπε, ἐπὶ τὸν ἐμὸν Ἰορδάνην, οὐκ Ἰωάννου
καλοῦντος, ἀλλὰ Χριστοῦ προτρέποντος. Ὁ γὰρ τῆς
χάριτος ποταμὸς ῥεῖ πανταχοῦ, οὐκ ἐν τῇ Παλαι-
στίνῃ τὰς πηγὰς ἔχων, καὶ εἰς τὴν γείτονα καλυπτό-
μενος θάλασσαν, ἀλλὰ πᾶσαν τὴν οἰκουμένην κυκλῶν,
καὶ εἰσβάλλων εἰς τὸν παράδεισον· ἀντιπρόσωπος
ῥέων τῶν τεσσάρων τῶν ἐκεῖθεν ἀποῤῥεόντων, καὶ
πολὺ τιμιώτερα εἰσάγων εἰς τὸν παράδεισον τῶν ἐκεῖ-
θεν ἐκφερομένων. θἱ μὲν γὰρ φέρουσιν ἀρώματα,
γεωργίαν, καὶ βλάστημα γῆς. Ὁ δὲ ἀνθρώπους εἰσ-
φέρει γεννήματα πνεύματος. Ὁπου δʼ ἀν ἐλκύσῃς.
ἐκεῖ μεταῤῥεῖ, πρὸς πᾶσαν τὴν οἰκουμένην ἐξοχε-
τεύεται. καὶ οὐ δαπανᾷ ἐν τοῖς μεριζομένοις τὸ ῥεῖ-
θρον. Πηγὴν γὰρ ἔχει πλουσίαν τὸν Χριστὸν, καὶ
ἀπʼ ἐκείνου ῥέων, σύμπαντα πελαγίζει τὸν κόσμον.
Τλυκὺς οὗτος καὶ πότιμος, οὐδὲν τῆς ἀηδοῦς ἅλμης
ἐπισυρόμενος. Ἡδύνεται γὰρ τῇ ἐπιφοιτήσει τοῦ
πνεύματος ὡς ἡ Μεῤῥὰ πηγὴ τῇ θήξει τοῦ ξύλοv,
διαβατὸς τοῖς εὐσεβέσι, τοῖς δὲ βεβήλοις ἀγχιβαθὴς
καὶ ἀπρόσιτο;. Μιμτσαι τὸν Ἰησοῦν τὸν Nαυr. Bά-

Testo OCR da scansione; possono restare errori di lettura.

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.