PG 46, col. 505
περιγράφουσα κόρῳ τὴν πλήρωσιν. Ἀϐαρὴς γὰρὴ
νοερὰ τρυφὴ, καὶ ἀπλήρωτος πάντοτε ταῖς ἐπιθυ-
μίαις τῶν μετεχόντων ἀκορέστως ἐπιπλημμυρίζουσα.
Διά τοῦτο μακαρία τίς ἐστιν ἐκείνη ή ζωὴ καὶ ἀκή-
ρατος, μηκέτι ταῖς τῶν αἰσθητηρίων ἡδοναῖς πρὸς
τὴν τοῦ καλοῦ κρίσιν ἐμπλανωμένη. Τί τοίνυν ἐστὶ
σκυθρωπὸν ἐν τῷ πράγματι, δι’ ὃ τῇ μεταστάσει τῶν
ἐπιτηδείων ἐπιστυγνάζομεν; εἰ μὴ τοῦτό τις ἄρα λυ·-
πηρὸν ἡγεῖται, ὃτι πρὸς τὸν ἀπαθῆ τε καὶ ἀνενόχλη-
τον βίον αὐτοῖς ἡ μετάστασις γίνεται, ὃς οὔτε πληγῶν
ὀδύνας προσίεται, οὐ πυρὸς δέδοικεν ἀπειλὴν, οὐ τὰ
διὰ σιδήρου τραύματα, οὐκ ἀπὸ σεισμῶν καὶ ναυα-
γίων καὶ αίχμαλωσιῶν συμφορὰς, οὐ τὰς τῶν ὠμο-
ϐόρων θηρίων προσϐολὰς, οὐ τὰ τῶν ἐρπυστικῶν τε
καὶ ἰοϐόλων κέντρα καὶ δήγματα. Ἐν ᾧ οὐδεὶς οὔτε
ἐξογκοῦται τῷ τύφῳ, οὔτε πατεῖται ἐν ταπεινότητι,
οὔτε ὑπὸ θράσους ἐκθηριοῦται, οὔτε ὑπὸ δειλίας κα·-
ταπτοεῖται, οὕτε τῇ ὀργῇ περιοιδαίνει, ζέων τῷ θυμῷ
καὶ μαινόμενος, οὔτε κλονεῖται ὑπὸ τοῦ φόϐου, ἀν-
τισχεῖν πρὸς τὴν τοῦ κρατοῦντος ὁρμὴν οὑ δυνάμενος.
Ἐν ᾧ φροντὶς οὐκ ἔστιν οἷα τῶν βασιλέων τὰ ἤθη ’
τίνες αἱ νομοθεσίαι, οἷοι τῶν τρόπων οἱ ἐπὶτῶν
ἀρχῶν τεταγμένοι, οἶα τὰ διαγράμματα, πόσος ό
ἐτήσιος φόρος’ οὔτε εἰ πολλὴ γέγονεν ἐπομϐρία, κα-
τακλύζουσᾶ τῇ ἀμετρίᾳ τὸ γεωργούμενον, οὗτε εί
χάλαζα τὰς ἐλπίδας τῶν γεωπόνων ἠχρείωσεν, οὔτε
εί αὐχμὸς ἐπικρατήσας ἀποξηραίνει πᾶν τὸ φυόμε-
νον. Ἀλλὰ καὶ τῶν λοιπῶν τοῦ βίου κακῶν πᾶσαν
ἄδειαν ἔχει. ’θρφανίας τε γὰρ τὸ σκυθρωπὸν οὐ λυ-
πεῖ τὴν ζωὴν ἐκείνην, τὰ ἐκ χηρείας κακὰ χώραν
οὐκ ἔχει’ ἀργοῦσιδέ καὶ αἱ πολύτροποι τοῦ σώματος
ἀρρωστίαι, οἵτε κατὰ τῶν εὐημερούντων φθόνοι,
καὶ al. κατὰ τῶν ιδυσπραγούντων ὑπεροψίαι, καὶ
πάντα τὰ τοιαῦτα τῆς ζωῆς ἐκείνης ἐξώρισται’ ἰσ-
ηγορία δέ τις καὶ ἰσονομία διὰ πάσηξ ἐλευθερίας εἰρηνικῆς, τῷ τῶν ψυχῶν δήμῳ συμπολιτεύεταιο ἐκεῖνο
ἑκάστου ἔχοντος, ὅπερ ἂν ἐαυτῷ ἐτοιμάσῃ ἐκ προαιρέσεως.
Εἰ δέ τι χεῖρον ἐκ τινος ἀϐουλίας τινιπαρασκευα-
σθῇ ἀντὶ τοῦ κρείττονος, ἀναίτιος τῶν τοιούτων ὁ θά-
νατος, κατ’ ἐξουσίαν τὸ δοκοῦν ἐλόμενος τῆς προαι-
ρέσεως. ’Υπὲρ τίνος οὖν δυσχεραίνουσιν οἱ θρηνοῦν-
τες τὸν ἀποιχόμενον; Καὶ μὴν εἰ παντάπασιν ἐκαθά-
ρευεν πάσης ἐμπαθοῦς διαθέσεως ὁ συναποδυσάμενος
τὴν ἡδονήν τε καὶ τὴν λύπην μετὰ τοῦ σώματος·
ἐκεῖνος ἂν δικαιότερον τοὺς περιόντας ἐθρήνησεν, οἳ
ταύτὸν πάσχουσι τοῖς ἐν δεσμωτηρίῳ διάγουσιν’ οὓς
ἡ πρὸς τὰ σκυθρωπὰ συνήθεια , καὶ ἡ συντροφία τοῦ
ζόᾷου, προσηνές τε καὶ ἄλυπον τὸ παρὸν νομίζειν
ἐποίησεν. Καὶ τυχὸν κάκεῖνοι τοῖς τῆς φυλακῆς ἐκϐαλ -
λομένοις ἐπιστυγνὰζουσιν, ἀγνοίᾳ τῆς φαιδρότητος
τῆς ἐκδεχομένης τοὺς ἀπαλλαγέντας τοῦ ζόφου. Εἰ
γὰρ ᾔδεσαν τὰ ἐν τῷ ὑπαίθρῳ θεάματα, τό τε αἴθριον
κάλλος, καὶ τὸ οὐράνιον ὕψος, καὶ τὰς τῶν φωστή ρων
αὐγὰς, τήν τε τῶν ἀστέρων χορείαν, καὶ περιόδους
ἡλιακὰς, καὶ τὸν σεληναῖον δρόμον, καὶ τὴν πολυειδῆ