PG 46, col. 513

Τὸ μὲν γὰρ παρὸν οἷον τῇ φύσει ἐστὶν, οὔπω ἐξευρεῑ
,ὁ λόγος δεδύνηται, ἀλλὰ πρὸς μόνην τὴν τοῦ ζῇ
συνήθειαν βλέπει, μὴ δυνάμενος γνῶναι, τίς ἠ τοῦ
σώματος φύσις ’ τίς ὴ τῶν αἰσθήσεων δύναμις· τίς
ἡ τῶν ὀργανικῶν μελῶν διασκευή’ τίς ἡ τῶν σπλάγ-
χνων οἰκονομία· τίς ή αύτοκίνητος τῶν νεύρων
ἐνέργεια ⁸ πῶς τῶν ὲν ἡμῖν, τὸ μὲν είς ὀστέου πή-
γνυται φύσιν, τὸ δὲ είς τὴν φωτοειδῆ τοῦ ὀφθαλμοῦ
αὐγὴν οὐσιοῦται, πῶς ἐκ τῆς αὐτῆς τροφῆς καὶ τοῦ
αὑτοῦ πόματος, τὸ μὲν είς τρίχας λεπτύνεται, τὸ δὲ
εἰς ὄνυχας τοῖς ἄκροις τῶν δακτύλων ὲπιπλατύνεται
ἦ πῶς ἀεὶ τὸ ἐγκάρδιον ἀναφλέγεται πῦρ, διά τῶν
ἀρτηριῶν ἐφ’ ἅπαν τὸ σῶμα διαφερόμενον’ ἦ
’πῶς τὸ πινόμενον, ἐπειδὰν ὲν τῷ ἥπατι γένηταιο
μεταϐάλλει καὶτὸ εἶδος καὶ τὴν ποιότητα διά τινος
ἀλλοιώσεως αὐτομάτως ὲξαιματούμενον. Ὧν ἁπάν-
των ἡ γνῶσις, μέχρι τοῦ παρόντος ἐστὶν ἀπόρρητος·
ὡς ἀγνοεῖν ἡμᾶς τὴν ζωὴν ὲν βιοτεύομεν. Τὸν δὲ
τῆς αἰσθήσεως κεχωρισμένον βίον, οἱ τῇ αἰσθήσει
συζῶντες, ἀδυνατοῦσι καθόλου θεάσασθαι· πῶς γὰρ
ἀν τις δι’ αἰσθήσεως ἴδοι τὸ ἔξω τῆς αίσθήσεως; Ἀμ-
ςοτέρων τοίνυν τῶν βίων ὁμοίως ἀγνοουμένων, τούτου
μὲν διὰ τὸ πρὸς μόνον τὸ φαινόμενον βλέπειν ὑμᾶς ⁸
ἐκείνου δὲ, διά τὸ μὴ καθικνεῖσθαι τὴν αἴσθησιν. Τί
πεπόνθατε, ἄνθρωποι, τούτου μὲν ὡς ἀγαθοῦ περιεχό-
μενοι, καίτοι ἀγνοουμένουο ἐκεῖνον δὲ δεδοικότες
καὶ φρίττοντες, ὼς χαλεπὸν καὶ φόὸου ἀξιονο δι’
οὐδὲν ἄλλο, ἢ διὰ τοῦτο μόνον, ὅτι ἀγνοεῖτε οἶόν ἐστι;
Καίτοι πολλὰ καὶ ἄλλα καὶ τῶν κατ’ αἴσθησιν ἡμῖν
προφαινομένων καὶ ἀγνοουμένων ού δεδοίκαμεν. Τίς
γὰρ ἡ φύσις τῶν κατ’ οὐρανὸν φαινομένων, ἢ τί τὸ
περιάγον τὸν πόλον ἐξ ἐναντίου τὴν κίνησιν, ἢ τί τὸ
ἐρεῖδον τὴν τῆς γῆς παγιότητα ° πῶς δὲ ή ῥευστὴ
τῶν ὑδάτων φύσις ἀεὶ γίνεται ὲκ τῆς γῆς, καὶ ού
δαπανᾶταί ή γῆ · καὶ ἄλλα τοιαῦτα πολλά οὔτε ἐγνώ⁴
καμεν, οὔτε φόῦων ἀξίαν τὴν ἄγνοιαν κρίνομεν.
Ἀλλά καὶ αὐτὴν τὴν πάντα νοῦν ὑπερϐαίνουσαν
φύσιν, τὴν θείαν τε καὶ μακαρίαν καὶ ἀκατάληπτον,
ὅτι μὲν ἔστι, πεπιστεύκαμεν, ἐν τίνι δὲ αὐτῆς τὸ
εἶναι καταλαμϐάνεται, οῦπω τις εὑρέθη διὰ στοχα-
σμοῦ κατανόησις, καὶ ὅμως ἀγαπῶμεν τὸ ἀγνοούμε-
νον ἐξ ὅλης καρδίας τε καὶ ψυχῆς καὶ δυνάμεως τὸ
καταληφθῆναι τοῖς λογισμοῖς οὐ δυνάμενον. Διά τί
τοίνυν ἐπιπόνου τοῦ μετά τὴν ζωὴν ταύτην ἐκδεχο-
μένου ἡμᾶς βίου, ὁ ἄλογος οὗτος συνίσταται φόϐος,
διὰ μόνην τὴν ἄγνοιαν δεδοικότων ήμῶν ὃ οὐκ οἴδα·
μεν, καθάπερ ἐπὶ τῶν νηπίων γίνεται τῶν πρὸς τὰς
ἀνυποστάτους ὑπονοίας δειματουμένων; '0 γὰρ πρὸς
τὴν ἀλήθειαν τῶν ὄντων ἐθέλων βλέπειν, πρῶτον ὲν
περινοίᾳ τοῦ πράγματος γίνεται · εἶτα οἷόν ἐστι κατά
τὴν φύσιν ὲπιλογίζεται, εἴτε τι χρήσιμον καὶ εύ-
πρόσιτον, εἴτε χαλεπόν τι καὶ ἀποτρόπαιον. Τὸ δὲ
ἄδηλον καθόλου καὶ ἀγνοούμενον, πῶς ἄν τις τῶν
νοῦν ἐχόντων χαλεπὸν εἶναι κρίνοι, τὴν τῆς συνηθείας

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.