PG 46, col. 512

ἔδει πρὸς τὴν τῆς σαρκὸς ἀλλοτρίωσιν, ὡς ἐκπιπτόν-
των ἠμῶν ἐκείνου , συναποϐαλλομένης πάντως μετά
τοῦ σώματος κοιλ¹ τῆς πρὸς τὸ ἀγαθὸν οἰκειότητος.
Ἐπειδὴ δὲ νοερόν τε καὶ ἀσώματον τὸ ὑπὲρ πᾶσαν
ἔννοιαν ἀγαθὸν, οὗ κατ’ εἰκόνα γεγόναμεν · ἀκόλουθον
ἂν εἴη πεπεῖσθαι, ὅταν διὰ τοῦ θανάτου πρὸς τὸ ἀσώ-
ματον μεταδαίνωμεν, προσεγγίζειν ἐκείνῃ τῇ φύσει,
ἦ πάσης σωματικῆς παχυμερείας κεχώρισται, καί·
οἷόν τι προσωπεῖον εἰδεχθὲς τὴν σαρκώδη περιόολὴν
ὲκδυομένους , είς τδ οἰκεῖον ἐπανιέναι κάλλος , ὲν
κατ’ ἀρχὰς ἐμορφὼθημεν, κατ’ εἰκόνα τοῦ ἀρχετύ-
που γενόμενοι. Ἡ δὲ τοιαύτηιδιάνοια, εὐφροσύνης, οὐ
κατηφείας γένοιτ’ ἂν τοῖς λεγομένοις ὑπόθεσις, ὅτι
τὴν ἀναγκαίαν ταύτην λειτουργίαν ἀποπληρώσας ό,
ἄνθρωπος, οὐκέτι ἐν ἀλλοτρίοις ζῇ, ἀποδοὺς μὲν⁴
ἑκάστῳ τῶν στοιχείων τὸ ἴδιον, ὃ παρ’ αὐτῶν ἡρα-
νίσατο, εἰς δὲ τὴν οἰκείαν αύτῷ καὶ κατά φύσιν ἐπ-
ανελθὼν ἑστίαν, τὴν καθαρὰν καί¹ ἀσώματον. Ξένη
γάρ τίς ἐστιν ὄντως καὶ ἀλλοδαπὴς τῇ ἀσωμάτῳ φύ-
σει ἡ τοῦ σώματος ὓλη, κατ’ ἀνάγκην ό νοῦς ὲν τῇ
ςωῇ ταύτῃ συμπεπλεγμένος, ὲνταλαιπωρεῖ τῷ ἁλλοο
φύλῳ βίῳ συνδιαιτώμενος. Τῆς γὰρ τῶν στοιχείων
πρὸς ἄλληλα συμπλοκῆς , ῶσπερ τινῶν ἀλληλογλώσ-
σων τε καὶ ἀπεξενωμένων τοῖς ἤθεσιν ἀνθρώπων, ἐκ
διαφόρων ἐθνῶν ἕνα δῆμον ἀναπληρούντων, βεϐιαο
σμένη τε καὶ ἀσύμφωνος γίνεται ὴ κοινωνία, ἑκάστου
πρὸς τὸ συγγενὲς καὶ οἰκεῖον ὑπὸ τῆς ἰδίας φύσεως
ἀφελκομένου. Ὀ δὲ νοῦς ὁ τούτοις ἐγκεκραμένος,
ἀσύνθετος ὢν ὲν ἁπλῇ τε καὶ μονοειδεί τῇ φύσει, ἐν
ξένοις καὶ¹ ἀλλοτρίοις ζῇ, ἀσύμφυλος ὣν τῷ περιέχοντι
αὐτὸν ὲκ τῶν στοιχείων δήμῳ, ὃς τῇ πολυμερείᾳ τῇ
σωματικῇ δι’ ἀνάγκης τινὸς ἐνσπειράμενος τὴν ἑαυ-
τοῦ φύσιν βιάζεται, τοῖς ἀλλοφύλοις ἐνούμενος.
Τῶν δὲ στοιχείων πρὸς τὴν τῶν ἀπ ἀλλήλων διάλυ-
σιν φυσικῶς ἐπὶ τὸ συγγενές τε καὶ οἰκεῖον ἀφελκον
μένων, ἀνιᾶται, κατ’ ἀνάγκην λυομένης τε καὶ σχι-
ζομένης τῆς συμφυΐας, ἠ αἴσθησις· συνίσταται δὲ
τῇ αἰσθήσει τὸ διανοητικὸν τῆς ψυχῆς πρὸς τὸ ἀεὶ
λυποῦν ἐκ συνηθείας ὲπικλινόμενον. Τότε οὖν ὀ νοῦς
δυσφορῶν τε καὶ ἀνιώμενος παύεται, ὅταν ἔξω γέλ
νηται τῆς μάχης τῆς ὲν τῇ συμπλοκῇ τῶν ἀντιστοιοῖ
χούντων συνισταμένης. Ἐπειδὰν γὰρ ἢ τὺ ψυχρὸν
ἡττηθῇ τοῦ θερμοῦ κατισχύσαντος, ἢ τὸ ἔμπαλιν
φεύγῃ τὸν πλεονασμὸν τῆς ψύξεως η θερμότης, τῷ
τε ξηρῷ διὰ τῆς ὲπικρατήσεως τὸ ὑγρὸν ὑποχωρήσῃ.
ἢ διαλυθῇ τοῦ ξηροῦ τὺ πάγιον ὲν τῷ πλεονασμῷ
τῆς ὑγρότητος, τότε τοῦ ὲν ἡμῖν πολέμου διὰ τοῦ
θανάτου λυθέντος, εἰρήνην ὀ νοῦς ἄγει, καταλιπὼν
τὸ τῆς μάχης μεταίχμιον, τὸ σῶμα λέγω, καὶ τῆς
τῶν στοιχείων πρὸς ἄλληλα παρατάξεως ἔξω γενό-
μενος, καθ’ ὲαυτδν.ζῇ, πεπονηκυῖαν ἐν τῆ τοῦ sib-

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.