PG 46, col. 520

προευδοκιμήσαντας ίδοι , ἀναγκαίως καὶ τῶν ἐν ἀγα·
μία διαλαμψάντων ἁγίων μνήμην ἐποιησάμεθα. Καὶ
ἐπειδὴ μὴ τοσοῦτον τὰ ἐν τοῖς διηγήμασιν ὐποδείο
γματα δύνανται πρὸςΔ κατόρθωσιν ἀρετῆς, ὅσον ή
ζῶσα φωνὴ, καὶ τὰ ἐνεργούμενα τῶν ἀγαθῶν ὐπο-
δείγματα· ἀναγκαίως πρὸς τῷ τέλει τοῦ λόγου ,
τοῦ θεοσεϐεστάτου ἐπισκόπου καὶ Πατρός ἡμῶν
ἐπεμνήσθημεν, ὡς μόνου δυνατῶς ἔχοντος τά τοι·
αὔτα παιδεύειν. Ἦ δέ μνήμη οὐκ ἐπ’ ὀνόματος
γέγονεν, ἀλλὰ διά τινων γνωρισμάτων τὸ ἐκεῖνον
ίῖναι τόν δηλούμενον ὁ λόγος ήνίξατο· ἵνα μή τοῖς
αετά ταῦτα καθομιλοῦσι τῷ λόγῳ ἀνόνητος ἡ συμ-
Ξουλή εἶναι δόξῃ , τῷ παρελθόντι τὸν βίον προσφοι-
εᾷν τοὺς νέους ἐγκελεύουσα ο ἀλλὰ πρὸς τοῦτο βλέ-
ποντες μόνον, οἷον εἶναι προσήκει τὸν τοιούτου βίου
καθηγητὴν, ἐκλέγωνται ἑαυτοῖς εἰς όδηγίαν τούς ἀεὶ
παρά τῆς τοῦ Θεοῦ χάριτος είς προστασίαν τῆς κατ’
ἀρετὴν πολιτείας ἀναδεικνυμένοις· ἢ γάρ εὑρήσουσι
τὸν ζητούμενον, ἢ οἷον χρὴ εἶναι οὐκ ἀγνοήσουσιν.
ΚΕΦΑΛ. A’.
Ὅτι κρείττων ἐγκωμίων ἡ παρθενία.
Τὸ σεμνὸν τῆς παρθενίας εἶδος, ὃ πᾶσι μὲν τίμιόν
ἐστι τοῖς τὸ καλὸν ἐν καθαρότητι κρίνουσι ⁸ παραγί-
νεται δὲ μόνοις οἷς ἂν ή τοῦ Θεοῦ χάρις εὐμενῶς πρὸς
τὴν ἀγαθὴν ταύτην ἐπιθυμίαν συναγωνίσηταιο αὐτόθι
μὲν ἔχει τὸν πρέποντα ἔπαινον, ἀπὸ τῆς προσηγορίας
τῆς συνονομαζομένης αὐτῇ. Τὸ γάρ ἄφθορον κατά
τὴν συνήθειαν τῶν πολλῶν ἐπὶ τῆς παρθενίας λεγόο
μενον, σημαντικόν ἐστι τῆς ἐν αὐτῇ καθαρότητος.
Ὥστε διά τοῦ ίσοδυναμοῦντος ὀνόματος ἐστιν ἐπιγνῶ- ⁷
ναι τὴν ὑπερϐολὴν τοῦ τοιούτου χαρίσματος, εἴπερ
πολλῶν ὄντων τῶν κατ’ ἀρετὴν ἐπιτελουμένων, μόνον
τοῦτο τῇ ἐπωνυμία τοῦ ἀφθάρτου τετίμηται. El δέ
χρὴ καὶ δι’ ἐγκωμίων ταύτην τοῦ Μεγάλου Θεοῦ δω-
ρεάν ἀποσεμνύνειν, ἀρκεῖ πρὸς εὐφημίαν αὐτῆς ὁ
θεῖος Ἀπόστολος , δι’ ὀλίγων ῥημάτων πᾶσαν ἐγκω-
μίων ὑπερϐολὴν ἀποκρύψας, ὃς ἀγίαν καὶ ἄμωμον
τὴν κεκοσμημένην διά τῆς χάριτος ταύτης ὠνόμασεν.
Εἰ γὰρ τὸ κατόρθωμα τῆς σεμνῆς ταύτης παρθενίας
ἐστὶ, τὸ ἀμωμόν τινα γενέσθαι καὶ¹ ἀγιον· ταῦτα δέ
τά ὀνόματα κυρίως καὶ πρώτως είς δόξαν παραλαμ-
ϐάνεται τοῦ ἀφθάρτου Θεοῦ“ τίς μείζων ἔπαινος παρ-
θενίας, ἦ τὸ ἀποδειχθῆναι διὰ τούτων θεοποιούσαν
τρόπον τινὰ τοὺς τῶν καθαρῶν αὐτῆς μυστηρίων
μετεσχηκότας, είς τὸ γενέσθαι αὐτοὺς κοινωνοὺς τῆς
δόξης τοῦ μόνου ὡς ἀληθῶς ἁγίου καὶ ἀμώμου Θεοῦ ,

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.