PG 46, col. 549
αἱρετικοὶ ὀνομάζεσθαι άπαξιοῦσιν. Ὢ καινοῦ πρά-
γματος · καὶ πρὸς τὴν ἀλήθειαν καὶ πρὸς τὸ ψεῦδος
ἐπίσης ὲκπεπολέμηται, οἷόν τι δένδρον ἄρριζον, ὧδε
καὶ ὧδε πρὸς τὰς ἐναντίας ὁρμὰς εὐκόλως μετακλι-
νόμενοι. Ἤκουσα τοῦ εὐαγγελιστοῦ Ἰωάννου ὲν
άποκρύφοις πρὸς τοὺς τοιούτους δι’ αἰνίγματος λέ-
γοντος· ὡς δέον ἀκριϐῶς ζέειν μὲν πάντως τῷ πνεύη
ματι, κατεψῦχθαι δὲ τῇ ἁμαρτίᾳ ο Ὠερελον γὰρ
ἦσθα, φησὶ, ψυχρὸς, ἢ ζεστόςο τὸ δὲ μηθὲτερον
τούτων, ἀμφοτέρων δὲ ἐφαπτόμενον ναυτιῶδες ἐστι,
καὶ πρὸς ἔμετον ἐπιτήδειον. Τί οῦν τὸ αἴτιον, πάλαι
μὲν ἐπὶ τῶν μαθητῶν διὰ τοῦ Κυρίου πολὺ πλῆθος
τῇ Ἐκκλησία προσάγεσθαι, νυνὶ δὲ τοὺς μακροὺς
καὶ περικαλλεῖς τῶν διδασκάλων λόγους παρατρέχειν
ἀπράκτους ;
Ἑρεί τις ἴσως, δτι τότε συνήργει τοῖς ἀποστόλοις
τὰ ὲκ τῶν ἔργων θαύματα, κο.)⁸ τὺ ἀξιόπιστον ό λόέ
γος διὰ τῶν χαρισμάτων εἶχε. Φημὶ κάγὼ μεγάλην
εἶναι πρὸς τὸ πείθειν ῥοπὴν τὴν ὲκ τῶν ἔργων ἰσχύν ο
νυνὶ δὲ τί χρὴ τὰ γινόμενα ἡγεῖσθαι; Καὶ οὐχ ὁρᾷς
τά ὃμοια τῆς πίστεως θαύματα ; Οίκειοῦμαι γάρ τῶν
ὁμοδούλων ήμῶν τὰ κατορθώματα, τῷ αὐτῷ πνεύ-
ματι στοιχοῦντες ὲν τῇ δυνάμει τῶν ἰάσεων. Μαρτυ-
ροῦσι τῇ ἀληθείᾳ τοῦ λόγου ἄνδρες ἐξ ὑπερορίας
ἥκοντες, πολῖται τοῦ πατρὸςᾼήμῶν Ἀδραάμ,ὲξ Macro- ο
ποταμίας ὡρμημένοι, ἐξελθόντες καὶ οὗτοι ἐκ τῆς
γῆς καὶ ὲκ τῆς συγγενείας αὐτῶν καὶ τοῦ κόσμου
παντὸς, πρὸς οὐρανὸν βλέποντες, ἐκδημοῦντες τρό-
πον τινὰ τῆς ἀνθρωπίνης, ἀνω τῶν τῆς φύσεως πα-
θημάτων ἱστάμενοι, τοσοῦτον ἐφαπτόμενοι τῆς ζωῆς
ταύτης ὅσον ἐπάναγκες, τῷ δὲ πλείονι μέρει ταῖς
ἀσωμάτοις συμμετεωροποροῦσι δυνάμεσι, γηραιοὶ τὸ
εἶδος, σεμνοὶ πρὸς ἰδέαν, πολιᾷ στίλϐοντες, σιωπῇ
κατησφαλισμένοι τά στόματα, λογομαχεῖν ούκ εἰδό-
ιες, συζητεῖν ού μαθόντες ’ τοσαύτην ἔχουσι κατὰ
τῶν πνευμάτων τὴν ἐξουσίαν, ὼς θαύματα μόνῳ τῷ
δοκοῦντι κατεργάζεσθαι, καὶ ὑποχωρεῖν τὰ δαιμόνια,
ού συλλογισμῶν τέχναις, ἀλλ’ ἐξουσίᾳ τῆς πίστεως,
οῦκ είς ἀπορίαν ἀντιφάσεως περιαγόμενα , ἀλλ’ είς
τὸ σκότος τὸ ἐξώτερον ἀπελαυνόμενα. Οὕτως οἶδεν ό
Χριστιανὸς συλλογίζεσθαι’ ταῦτα τῆς πίστεως ἡμῶν
τὰ κατορθώματα. Διὰ τί οὖν ού πείθομεν, εί πλεονάζει
τῶν ἰαμάτων ὴ χάρις; εί περισσεύει ήδιδασκαλία
τοῦ λόγου ; Πάντα δὲ ταῦτα ἐνεργεῖ ἓν καί τὸ αὐτό
Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.
Διὰ τί οὐ γίνεται η τῶν σωζομένων προσθήκη; Καὶ
μηδεὶς ὑπονοείτω μικρὰν τὴν παροῦσαν ἡγεῖσθαι
χάριν. Ὀρῶ κομῶσαν τὴν ἄμπελον, εύθηνουμένην
ταῖς κληματίσι, καὶ τῷ καρπῷ πλεονάζουσαν · ὁρῶ
κυμαινομένην τῷ πλήθει τῶν ἀσταχύων τὴν ἄρουραν ·
βαθὺ τὸ λήϊον, ἀδρὸν τὸ δράγμα, πολὺς ό σπόρος.
Ἀλλὰ τί πάθω; Ἀπλήρωτον ἔχων ἐν τοῖς τοιούτοις
τὴν φύσιν τῷ πάθει τῶν φιλοπλούτων κατέχομαι.
⁸⁷ Apoc. ιιι, 15. ⁸⁸ ι Cor. xu, 11.