PG 46, col. 552

ἐναντίων σύμμικτον τὴν ψυχὴν περιέχει, ἡδονῆς πρὸς
λύπην συγκεκραμένης. Ἐὰν πρὸς ὑμᾶς ἀναϐλέψω,
ὑμῖν ὲπαναπαύω τὸν πόθον · ὲάν τὸ λεῖπον λογίσω-
μαι, οὐκ ἕχω ὅπως στενάξω τὴν συμφοράν. Καὶ γὰρ
ἀφέντες οἱ ἄνθρωποι τὸ κατατρυφᾷν τοῦ Κυρίου, καὶ
ἐπὶ τῇ εἰρήνῃ τῆς Ἐκκλησίας εὐφραίνεσθαι, οὐσίας
τινὰς τεχνολογοῦσι, καὶ μεγέθη καταμετροῦσιν, Υίὸν
Πατρὶ παραμετροῦντες, καὶ περισσότερον τοῦ μέτρου
τῷ Πατρὶ χαριζόμενοι. Τίς εῐποι αὐτοῖς⁹ Τὸ ἀποσον
οὑ μετρεῖται ο τὸ ἀειδὲς οὐ δοκιμάζεται ⁶ τὺ ἀσώμαο
τον ού σταθμίζεται ι τὸ ἀόριστον ού συγκρίνεται ο τὸ
μὴ συγκρινόμενον τοῦ πλείονος καὶ ἐλάττονος οὐκ
ἐπιδέχεται λόγον. Ἐκ γὰρ τῆς τῶν πραγμάτων πρὸς
ἄλληλα παραθέσεως τὸ πλέον ὲπιγινώσκομεν. Οῦ δὲ
τὸ τέλος ἄληπτον, τούτου τὸ πλέον ἀνεπινόητον;
Ἤκουσα τοῦ ὐποψάλματος, ὂ κοινῇ πάντες ὐμνολο-
γοῦντες ὲπῄειμεν ο Μέγας Κύριος καί μεγάλη ἡ
ἰσχὺς αὐτοῦ, καί τῆς συνέσεως αὑτοῦ οὐκ ἐστιν
ἀριθμός. Τί οὖν τοῦτό ὲστινς ’Δρίθμησον τά είρη-
μένα, καὶ νοεῖς τὸ μυστήριον. Μέντις Κύριος, οὐκ
εἶπε πόσον μέγεθος ' οῦδὲ γὰρ ἦν δυνατὸν εἰπεῖν τὺ
πόσον, ἀλλά τῷ ἀορίστῳ τῆς σημασίας ἐπὶ τὸ ἀπει-
ρον ὁδηγεῖ τὴν διάνοιαν. Ὁμοίως, Μεγάλη, φησὶν,
ἠ ἰσχὺς αὑτοῦ · ίσχὺν δὲ ἀκούσας, τὴν δύναμιν
νόησον. Χριστὸς δὲ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία ·
ἀλλά τῆς συνέσεως αὐτοῦ οὐκ ἐστιν ἀριθμός.
Ἐρμηνεύει τὴν σύνεσιν Ἡσαΐας σαφῶς λέγων·
Πνεῦμα σοφίας καὶ συνέσεως. Ἤκουσα ὲν τοῖς
μακαρισμοῖς μακαριζομένους τοὺς διιιιῶντας τὸν
Κύριον. Τάχα οῦν οὐκ ἔξω τοῦ καιροῦ τὸ ἐνθύμιον ·
καί μοι δέξασθε τὸν λόγον, κᾶν ἀπηρτῆσθαι τῶν
παρόντων δοκεῖ.
Εἴ τις διὰ μεσημϐρίας ὁδεύων τοῦ ἡλίου θερμοτέραις
ταῖς ἀκτῖσι τῆς κεφαλῆς ῦπερζέοντος, καὶ πᾶν τὸ ἐν
σώματι ὑγρὸν τῇ φλογὶ⁵ καταφρύσσοντοςο προκείσθω
δὲτῷ ὑποδήματι γῆ τραχεῖα καὶ δυσπόρευτος καὶ
διψώδης · εἶτα ἐπιτύχοι πηγῆς ὁ τοιοῦτος, ἧς καλὸν
καὶ διαφανὲς τὸ νᾶμα, καί προσηνῶς καταψύχον, καὶ
ἀφθόνως ὑπερχεόμενον · ἆρα προσκαθεδεῖται τῷ
ὕδατι, καὶ φιλοσοφήσει περὶ τῆς φύσεως, ὅθεν, καὶ
ὅπως, καὶ διὰ τίνος, καὶ τὰ τοιαῦτα διεξετάζων, οἷα
δὴ τοῖς ματαιολογοῦσι σύνηθες λέγειν· ὅτι ἰκμάς τις
ὲγκατεσπασμένη τῷ βάθει τῆς γῆς, καὶ διαπηδῶσα,
καὶ συνθλιϐομένη, ὕδωρ γίνεται, ἦ ὃτι φλέϐες ὲκ-
κεχυμέναι ταῖς κάτω κοιλότησιν, εἴπερ ἀναστομω-
θῶσι, τὸ ὕδωρ προχέουσιν· ἢ πάντα τά τοιαῦτα χαί-
ρειν ἐάσας ἐπικύπτει τῷ νάματι, καὶ προσθεὶς τὰ
χείλη, θεραπεύει τὴν δίψαν καὶ ἀναψύχει τὴν γλῶσο

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.