PG 46, col. 560

γὴν ἀμβλυωποῦσιν; ἢ ἀγνοεῖτε ποῖον λέγω πλεο-
νάζειν φῶς ἐν τῇ ἡμετέρᾳ ζωῇ; Ἀριθμήσατέ μοι
τοὺς βασιλικοὺς φωστῆρας, οἱ τοῖς Εὐαγγελικοῖς
ἰσάριθμοι πάντα μικροῦ δεῖν τὸν κόσμον διαλαβόν-
τες, διʼ εἰρήνης καὶ εὐσεβείας καταφωτίζουσιν· ὅτε
μιμεῖται ὁ Θεὸς, ὁ τοῦ παντὸς ποιητὴς, τὴν πρώτην
τῆς κοσμογενείας θαυματουργίαν, οὐ μόνον τὸν μέ-
γαν φωστῆρα εἰς τὴν τῶν ὀρωμένων τάξας ἀρχὴν.
ἀλλὰ καὶ συμπαραζεύξας αὐτῷ καὶ τὸν ἐλάσσω φω-
στῆρα, τὸν ταῖς πατοικαῖς ἀκτῖσι συμπαραλq-
ποντα. Εἶτα τοιούτων ἡμῖν ἐν τῷ κοινῷ τῶν ἀγαθῶν
ποοκειμένων, ὥσπερ ὑπὸ δαιμόνων πληγῆς ἐνθου-
σιῶντες, ἀναιδῶς πρὸς τὴν ἀλήθειαν τῶν δογμάτων
ἀντικαθίστανται, κατὰ τοὺς Στωῖκούς τε καὶ Ἐπι-
κουρείους ἐκείνους, πρὸς οὖς ὁ Παῦλος παρʼ Ἀθη-
ναίοις συμπλέκεται; Καὶ ἵνα μὴ νομίσητε κατατρέ-
χειν ἐν συκοφαντίᾳ τὸν λόγον, αὐτὰ τὰ δόγματα τῶν
μνημονευθέντων ἐπισκοπήσωμεν· λικὸν τοῖς Στωῖ-
κοῖς τὸ Θεῖον εἶναι ὑπονοεῖται, κτιστὸν καὶ οὗτοι τὸν
μονογενῆ Υἱὸν εἶναι κατασκευάζουσιν. Ἰστε δὲ πάν-
τως, ὅση ἐστὶ τοῦ κτιστοῦ πρὸς τὸ ὑλικὸν ἡ συγγέ-
νεια. Πάλιν τοῖς Ἐπικουρείοις οὐδὲν ὑπερκεῖσθαι
δοκεῖ τῆς τῶν ὄντων συστάσεώς τε καὶ διοικήσεως.
ἀλλʼ αὐτομάτως τὰ πάντα φέρεσθαι, μηδεμιᾶς προ-
νοίας διὰ τῶν πραγμάτων ἡκούσης· καὶ ὡς ἂν συν-
τομώτερον εἴποιμεν τὴν πλάνην αὐτῶν, πρὸς ἀθεῖαν
αὐτοῖς βλέπει τὰ δόγματα. Σκοπήσωμεν τοίνυν εἰ
μὴ μιμηταὶ τῶν Ἐπικουρείων οἱ τὸν Υἱὶν ἀθετοῦν-
πες εἰσί. Καὶ μηδεὶς ἀνθυπενέγκῃ τῷ λόγῳ, ὅτι
Ἐπίκουρος οὐδὲ τὸν Πατέρα οἶδεν, οὐδὲ ὀμολογεῖ
αὐτοῦ τὴν θεότητα, καὶ πῶς κατὰ τὸ ἴσον ἀσεβοῦσιν
οὗτοι, οἱ μὴ ἀθετοῦντες τοῦ Πατρὸς τὴν θεότητα;
Μικρὸν γὰρ ἐπισχὼν, εὐρήσεις καὶ τὸν Ἀνόμοιον
ἄλλον Ἐπίκουρον. Οὐτωσὶ δὲ σκοπήσωμεν· Ἀπαύ-
γασμα τῆς δόξης εἶπε τὸν Υἱὸν ὁ Ἀπόστολος, καὶ
χαρακτῆρα τῆς ὑποστάσεως, καὶ δύναμιν Θεοῦ καὶ
σοφίαν, καὶ ὅσα τοιαῦτα· ὦν ἕκαστον καθάπερ ἐν
συζυγίαις τισὶν ἀναγκαίαις, οὐδὲν ἀφʼ ἐαυτοῦ κα-
ταμόνας νοεῖται, ἀλλὰ συνημμένως ἀμφότερα, καὶ
μετʼ ἀλλήλων καταλαμβάνεται. Ἰὸ γὰρ ἀπαύγασμα
πάντως τινός ἐστιν ἀπαύγασμα, καὶ ὁ χαρακτὴρ,
τινὸς χαρακτὴρ πάντως ἐστίν. Ὡσπερ τοίνυν οὐκ ἂν
ἀπαύγασμα εἴη τὸ φῶς, μὴ οὕσης τῆς καταυγαζού-
σης αἰτίας, οὕτως ἡ ἀπαυγάζουσα φύσις οὐκ ἂν καθʼ
ἑαυτὴν νοηθείη, μὴ συνεπινοουμένου τοῦ ἀπαυγά-
σματος. Ὁμοίως δὲ καὶ ὁ χαρακτὴρ τὴν ὑπόστασιν
δείκνυσι, καὶ ὑπόστασις διὰ χαρακτῆρος γνωρίζεται·
οὕτω καὶ ἡ τοῦ Θεοῦ δύναμις χωρὶς Θεοῦ εἶναι
οὐ δύναται, καὶ ὁ Θεὸς χωρὶς τῆς δυνάμεως νοηθῆναι
φύσιν οὐκ ἔχει. Ὁ τοίνυν ἕν τι τῶν κατὰ τὴν συζυ-
γίαν ταύτην σημαινομένων μὴ εἶναι λέγων, συνανεῖλε
πάντως τῇ δυνάμει καὶ τὸ λειπόμενον. Ἀλλὰ μὴν
λέγουσιν οἱ τῆς ἀσεβείας προστάται, ὄτι ὁ Υἱός ποτε
οὐκ ἦν. Εἰ οὖν οὐκ ἦν ὁ ιὸς, πάντως οὐδὲ ὁ Πατὴρ
ἦν· εἰ οὐκ ἦν τὸ ἀπαύγασμα, οὐδὲ τὸ ἀπαυγάζον ἦν·
εἰ οὐκ ἦν ὁ χαρακτὴρ, πάντως οὐδὲ ἡ ὑπόστασς
ἦν· εἰ οὐκ ἦν ἡ δύναμις. οὐκ ἦν ἡ σοφία· εἰ δὲ ταῦτα

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.