PG 46, col. 572

αὐτόν · Τί ἐστι, τέκνον-ς Ἐνταῦθά μοι κατανόησον
τὸ συνετὸν ἅμα καὶ λελογισμένον τοῦ νέου, πῶς τὸ
δοκοῦν παρῶφθαι παρὰ τοῦ πατρὸς, ἀπροσκρούστως
είς ὑπόμνησιν ἄγει, οὕτε παράνοιαν, οὔτε λήθην τῷ
πατρὶ⁸ ὀνειδίζων · ἀλλ’ ἐν προσποιήσει δῆθεν τοῦ θε-
λῆσαι μαθεῖν, τοῦ παροράματος ὑπομιμνήσκων. Ἰδοὺ ’
γὰρ, φησὶ, τὰ ξύλα, τὸ πῦρ, ἡ μάχαιρα ο τὸ ἱερεῖον
ποῦ; '0 δὲ, είτε παραθαρρύνων τὸν παῖδα, εἴτε ὡς
προφήτης τὸ μέλλον διεγγυὼμενος, '0 Θεὸς , φησιν,
ὄψεται ἑαυτῷ πρόϐατον εἰς όλοκάρπωσιν, τέκνον.
Καὶ ἐπὶ τούτοις ἐτι ἡ πεῖρα τῆς τοῦ πατριάρχου ψυ-
χῆς παρετεὶνετο. Καταλαμόἀνει τὸν προρρηθέντα
χῶρον αύτῷ, οἰκοδομεῖ τῷ Θεῷ τὸ θυσιαστήριον, ό
παῖς παρετίθη τῷ πατρὶ τὰς ῦλαςο ἡτοιμάζετο ἡ
πυρὰ, καὶ οὔπω τὸ ἔργον κωλύεται ο ὡς ἂν μή τις
τῶν μικροψυχοτέρων εἴποι, εί μέχρις ἐκείνου συνέϐη
στῆναι τὴν πεῖραν , οὐκ ἂν αὐτὸς διέμεινεν ὁμοίως,
εί μᾶλλον τῷ πάθει ἤγγισεν.
"Amazon μετά ταῦτα τοῦ παιδὸς 6 πατὴρ, καὶ οὐκ
ἀντιϐαίνει τῷ γινομένῳ ἡ φύσις ο δίδωσιν ἐαυτὸν τῷ
πατρὶ 6 παῖς, χρήσασθαι ὃ τι βούλεται. Τίνα πλέον
ἐξ ἀμφοτέρων θαυμάσω; τὸν ἐπιϐαλόντα διὰ τὴν
πρὸς Θεὸν ἀγάπην τῷ παιδὶ τὰς χεῖρας, ἢ τὸν μέχρι
θανάτου τῷ πατρὶ¹ ὑπακούσαντα ; Φιλοτιμοῦνται πρὸς
ἀλλήλους, 6 μὲν τῆς φύσεως ἑαυτὸν ὑπεραίρων, 6 δὲ
χαλεπώτερον τοῦ θανάτου τὸ ἀντιτεῖναι τῷ πατρὶ λο-
γιζόμενος. Ἐντεῦθεν δεσμοῖς πρότερον διαλαμϐάνει
6 πατὴρ τὸν παῖδα. Εἶδον πολλάκις ἐπὶ γραφῆς εί-
κόνα τοῦ πάθους, καὶ οὐκ ἀδακρυτί τὴν θέαν παρῆλ-
θον, ἐναργῶς τῆς τέχνης ὑπ’ ὄψιν ἀγούσης τὴν ιστο-
ρίαν. Πρόκειται 6 Ἰσαὰκ τῷ «arpi. παρ’ αὺτῷ τῷ
θυσιαστηρίῳ, ὀκλάσας ἐπὶ γόνυ, καὶ περιηγμένας
ἔχων εἰς τούπίσω τὰς χεῖρας ⁶ 6 δὲ ἐπιϐεϐηκὼς κατό·
πιν τὼ πόδε τῆς ἀγκύλης, καὶ τῇ λαιᾷ χειρὶ τὴν κό-
μην τοῦ παιδὸς πρὸς ἑαυτὸν ἀνακλάσας, ἐπικύπτει
τῷ προσώπῳ, ἐλεεινῶς πρὸς αὑτὸν ἀναὸλέποντι, καὶ
τὴν δεξιὰν καθωπλισμένην τῷ ξίφει πρὸς τὴν σφα-
γὴν κατευθύνει, καὶ ἆπτεται ἤδη τοῦ σώματος ή του
ξίφους ἀκμὴ, καὶ τότε αὐτῷ γίνεται θεόθεν φωνὴ τό
ἔργον κωλύουσα. Ἡ δὲ φωνὴ τοιαύτη τις ἦν. Μόγις
γὰρ καθάπερ πῶλόν τινα δυσπειθῆ καὶ δυσήνιον, τῆς
εὐθείας παρατραπέντα, καὶ πολλοῖς κύκλοις ἐκ πλα-
γίων διασκιρτήσαντα, πάλιν είς τὴν εὐθεῖαν τὸν λόγον
ἠγάγομεν. Τουτὶ γὰρ ἦν τὸ προκείμενον ἡμῖν, δεῖξαι
τὸν Ἀπόστολον μαρτυροῦντα τῷ λόγῳ, ὅτι μείζων
τοῦ Υίοῦ ὁ Πατὴρ οὐκ ἐστιν. Ἐνταῦθα γὰρ ἄγγελον
τοῦ λόγου τοῦ Θεοῦ ήγραφὴ προτάξασα, ἐπάγει φωνήν⁸
ἐφώνησε γὰρ αὑτὸν ἄγγελος Κυρίου καὶ εἶπεν, ὅτι
’Δγ-θ’ ὧν ἐποίησας τό ῥῆμα τοῦτο, καὶ οὑκ ἐφείσω
τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ, κατ’ ἐμαυτοῦ ὤμοσα,
ποιῆσαι ἅπερ καὶ ἐν τῇ ἐπαγγελίᾳ τοῦ λόγου ἐστι
μαθεῖν. Τίς οὖν ἐστιν 6 χρηματίσας τῷ Ἀδραάμ;
Ἀρα μὴ 6 Πατήρ ; Ἀλλ’ οὐκ ἂν εἴποις ἄγγελόν τινος

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.