PG 46, col. 584

In inglese: On the Baptism of Christ 1

νου καὶ ὅμοια. Τοῦ Μωῡσὲως ἡ ,ῥάϐδος ἦν καρυῖνη.
Καὶ τί γὰρ ἄλλο, ἢ ξύλον κοινὸν, ὃ πᾶσα χεὶρ κόπτει
καὶ φέρει, ῥυθμίζει τε πρὸς τὸ δοκοῦν, καὶ τῷ πυρὶ
κατ’ ἐξουσίαν δίδωσιν; Ἢνίκα δὲ ὁ Θεὸς ἠθέλησεν
,ἐπιτελέσαι δι’ ἐκείνης τὰ ὑψηλά καὶ τοῦ λόγου κρείτ· .4
τονα θαύματα, μετεϐάλλετο τὸ ξύλον εις ὅφιν. εΚαὶ
πάλιν ἑτέρωθι τύπτων τὰ ὕδατα, ποτὲ μὲν αἷμα τὸ
ὕδωρ ἐποίει , ποτὲ δὲ βατράχων γονὴν ἀνέϐλυζεν
ἄπειρον. ⁹Καὶ. πάλιν τὴν θάλατταν ἔτεμνε μέχρι βυ-
θῶν διακοπτομένην καί μὴ ’συρρεούσαω Ὁμοίως
ἐνὸς τῶν προφητῶν μηλωτὴ , αίγὺς οὖσα δέρμα, λό-
γον τῆς οἰκουμένης τὸν Ἐλισσαῖον εἰργάσατο. 31‘ ὸ δὲ
τοῦ σταυροῦ ξύλον, πᾶσινλὰνθρὼποις ἐστὶ σωτήριον,
μέρος ὃν, ὡς ἀκούω, εὐκαταφρονήτου φυτοῦ, καὶτῶν
πολλῶν ἀτιμοτέρου. Καὶ θάμνος βάτου τῷ Μωΰσεῖ τὰ
θεοφᾶνε ια ἔδειξε ’καὶ τοῦ Ἐλισσαίου τὰ. λείψανα νεκρὸν
ἀνέστησε’ καὶ πηλὸς τὸν τυφλὸν τὸν ὲκ κοιλίας ὲφὼ-
τισε. «Καὶ ταῦτα πάντα ὗλαι τυγχάνοντα fluxo: καὶ
,ἀναίσθητοι τοῖς μεγάλοις θαύμασιν ὲμεσίτευσαν, τὴν
τοῦ Θεοῦ δεξάμενα δύναμιν. Κατὰ δὲ τὴν ὁμοίαν ἁκο-
-λουθίαν τῶν λογισμῶν, καὶ τὸ ὕδωρ οὐδὲν ἀλλο τυγχά-
‹ νον ἢ ὕδωρ, ἀνακαινίζει τὸν ἄνθρωπον είς τὴν νοητὴν
ἁναγέννησιν, τῆς ἄνωθεν χάριτος εύλογούσης αὐτό.
Ἐὰν δέμοι πάλιν διστάζων τις καὶ ἀμφιϐάλλων πρά-
γματα παρέχῃ, συνεχῶςὲρωτῶν καὶ¹ διαπυνθανόμε-
νος , πῶς ὕδωρ ἀναγεννᾷ καὶ ἠ ἐπ’ ἐκείνῳ ιτελουμὲνη
μυσταγωγία, -λέξω πρὸς αὑτὸν δικαιότατα · Στῆσόν
μοι τὺνιτρόπον τῆς γεννήσεως τῆς κατὰ σάρκα · κάγώ
σοι διηγήσομαι τῆς κατὰ ψυχὴν παλιγγενεσίας τὴν
δύναμιν. Ἐρεῖς τυχὸν, -ὢς τινα λόγον ἀποδιδούς.
Σπέρματος αίτία ποιεῖ τὸν ἄνθρωπον. Αὐτάκουε τοί- ·
νυν καὶ παρ’ ἡμῶν, ὡς ὕδωρ εύλογούμενον καθαίρει
,καὶ φωτίζει τὸν ἄνθρωπον. Ἂν δέ μοι πάλιν ἀνθ-
υποκρούσῃς τὸ, πῶς.; ἀντιδοήσομαί σοι σφοδρότερον·
,Πῶς ἠ ὑγρὰ καὶ ἄμορφος οὐσία, ἄνθρωπος γίνεται ;
Καὶ κατὰ πάσης τῆς κτίσεως οὕτως ὁ λόγος προὸαἰο
νων ἐφ’ ἑκάστῳ πράγματι γυμνασθήσεται· πῶς ού-
,ρανός; πῶς γῆ ; πῶς θάλασσα; πῶς τὰ καθέκαστονς
Πανταχοῦ γὰρ ὁ λογισμὸς τῶν ἀνθρώπων ἀποριῖιν
πρὸς τὴν εὕρεσιν, πρὸς ταύτην καταφεύγει τὴν συλ-
λαϐὴν, ὡς πρὸς καθέδραν oi τῷ βαδίζειν ἀδύνατοι.
Καὶ ἵνα συνελὼν εἴπω, πανταχοῦ ή τοῦ Θεοῦ δύναμις
καὶ ἐνέργεια ἁκατὰληπτός ἐστι καὶ ἀτεχνολόγητος·
ὑφιστῶσα μὲν εὐκόλως ἅπερ ἂν ἐθέλῃ , τὴν δὲ λε-
πτομερῆ γνῶσιν τῆς ἐνεργείας ἡμῖν ἀποκρύψασα. Διὸ
καὶ ὁ μακάριος Δασὶδ, ἐπιστήσας ποτὲ τὸν νοῦν τῇ
μεγαλοπρεπείᾳ τῆς κτίσεως, καί¹ θαύματος ἀπόρου
πληρωθεὶς τὴν ψυχὴν, ἐκεῖνο τὸ παρὰ πάντων ᾀδό-
μενον ἀπεφθέγξατο· Ὠς ἐμεγαλύνθη τὰ ἔργα σου,
Κύριε] πάντα ἐν σοφίᾳ ἐποίησας. Τὴν μὲν γὰρ
σοφίαν ἐνενόησε· τὴν δὲ τέχνην τῆς σοφίας οὐχ
εὗρεν.
⁸ Exod. xw, 2U sqq. ’ Exod. ιιι , 2 sqq.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.