PG 46, col. 587

In inglese: On Virginity 15 · On the Baptism of Christ 1

ἀγαθοῦ συνοικήσεως ὴ ὑπὸ κακίας τινὸς κατειλημ-
μένη ψυχή. Ti οὖν ἐκ τούτων μανθάνομεν; Τὸ δεῖν
τὴν σώφρονα καὶ λελογισμένην παρθένον παντὸς πά-
θους κατὰ πάντα τρόπον τῆς ψυχῆς ἁπτομένου χωρί-
ζεσθαι, καὶ φυλάσσειν ἑαυτὴν ἁγνὴν τῷ ἁρμοσαμένῳ
αὐτὴν νυμφίῳ, μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα ἦ τι τῶν
ιηιου των .
virtutis capax est is animus, qui aliquo vitio irretitus est. Ergo quid exiis documenti nos accepi-
mus? Hoc sane, quod pudicam virginem, qua: rationem vitae ducem sequitur, ab omnibus animi
afleclionibus seomnino abducet-eaportetzac sponso, qui eam adornabit, integram se atque adeo puram
conservare, ut aut sordes, aut rugas, aut aliquid ejusmodi minus contrahat.
ΚΕΦΑΛ. Iq'.
' Οτι ἀτελὴς εὶς τὸ ἀγαθόν -ὁ καὶ ἐπί τινι τῶν κατ’
ἀρετὴν ἐλλείπων. γ
Μία γάρ ἐστιν ὁδὸς εὐθεῖα, στενή τε ὡς ἀληθῶς
καὶ τεθλιμμένη, καὶτὰς ἐφ’ ἑκάτερα παρατροπὰς οὐκ
ἐπιᾷεχομένη, καὶ τὸ ὁπωσοῦν ἔξω ταύτης γενέσθαι
ἶσον ἔχει τὸν τῆς άποπτώσεως κίνδυνον. Ei δὴ ταῦτα
οὕτως ἔχει, διορθωτέω ὼς οἷόν τε τῶν πολλῶν τὴν
συνήθειαν, ὅσοι πρὸς μὲν τὰς αίσχροτέρας τῶν ἠδο-
νῶν ἰσχυρῶς άπομάχονται, ἄλλως δὲ τὴν ἡδονὴν ὲν
τιμαῖς καὶ φιλαρχίαις θηρεύουσι · παραπλήσιον ποιοῦν-
τες, ὥσπερ ἂν εἴτις οἰκέτης ἐλευθερίας ἐπιθυμῶν,
μὴ ὅπως τῆς δουλείας ἔξω γενήσεται σπεύδοι, ἀλλ’
ὲναμείόοι τοὺς κεκτημένους, τὴν ἐναλλαγὴν τῶν κε-
κτημένων ἐλευθερίαν οἰόμενος. Δοῦλοι γάρ εἰσιν ἐπίσης
πάντες, κᾶν μὴνὺπὸ τῶν αὐτῶν κυριεύωνται, ἓως άν
ὅλως ἐπικρατῇ τις αὐτῶν μετὰ δυναστείας ἀρχή. Εἰσὶ
δὲ πάλιν οἳ τῇ πολλῇ πρὸς τὰς ἡδονὰς μάχῃ, εὐκατ-
αγώνιστοί πως τῷ ἀντικειμένῳ πάθει γεγόνασι, καὶ
ὲν τῇ ὲπιτεταμένῃ τῆς ζωῆς ἀκριϐείᾳ, λύπαις, καὶ
παροξυσμοῖς, κα)⁵ μνησικακίαις, καὶ τοῖς λοιποῖς πᾶ·
σιν, ὅσα πρὸς τὸ ἐναντίον τοῦ κατὰ τὴν ἡδονὴν πάθους
ἀντικαθεστηκεν, εὐκόλως τε ἁλίσκονται, καὶ δυσχε-
ρῶς διεκδύνουσι ’ τοῦτο δὲ γίνεται, ὅταν μὴ 6 λόγος 6
κατ’ ἀρετὴν, άλλά τι πάθος τῆς κατὰ τὸν βίον πορείας
ἡγεμονεύῃ. Ἦ μὲν γὰρ ἐντολὴ τοῦ Κυρίου σφόδρα
τηλαυγὴς, ὠς κα)⁸ νηπίων ὀφθαλμοὺς φωτίσαι, μόνῳ
τῷ Θεῷ προσκολλᾶσθαι ἀγαθὸν εἶναι λέγουσα · 6 δὲ
Θεὸς οὔτε λύπη ἐστὶν, οὔτε ἡδονὴ, οὔτε δειλία, ἢ θρά-
σος, ἢ φόϐος, ἢ ὀργὴ, ἢ ἄλλο τι τοιοῦτον πάθος, ὃ
τῆς ἀπαιδεύτου κυριεύει ψυχῆςο ἀλλ’ ὥς φησιν ὁ
Ἀπόστολος, αὑτοσοφία καὶ ἁγιασμὸς, ἀλήθειά τε καὶ
χαρὰ, καὶ είρήνη, καὶ ὅσα τοιαῦτα. Πῶς οὖν ἐστι τῷ
ταῦτα ὄντι προσκολληθῆναι τὸν ὑπὸ τῶν ἐναντίων
κρατούμενον; "H πῶς οὐκ ἄλογον τὸν τῷ ἐνί τινι
τῶν παθῶν ὅπως μὴ ὑπαχθείη σπουδάζοντα, ἀρετὴν
νομίζειν τὸ άντικείμενονς Οἴον, ἡδονὴν μὲν φυγόντα,
λύπῃ κατέχεσθαι · τὸ δὲ θρασὺ καὶ προπετὲς διακλί-
νοντα, δειλίᾳ ταπεινοῦν τὴν ψυχήν· ἦ θυμοῖς ἀνάλω-
τον μένειν ἐσπουδακότα, κατεπτηχέναι τῷ φόϐῳ. Τί
γὰρ διαφέρει οὕτωςῆ ἄλλως τῆς ἀρετῆς ἐκπεσεῖν,
υ Il Cor. vr, li. ³⁹ Psal. xvni, 9. ³⁸ Psal. axx

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.