PG 46, col. 616

τὸν λῃστὴν, ὅτι Σήμερον μετ’ ἐμοῦ ἔσῃ ὲν τῷ παι
ραδείσφ ⁸ πρὸς δὲ τὸν Πατέρα, ὅτι Εις χεῖράς σου
παρατίθημι τὸ πνεῦμὰ μου. Οὔτε γὰρ ὲν ὑποχθοο
νίοις τις ἂν τὸν παράδεισον, οὔτε έν παραδείσῳ τὰ
ὑποχθόνια ο ὥστε ’κατά ταύτὸν έν ἀμφοτέροις εἶναι,
ἢ χεῖρα τοῦ Πατρὸς λέγεσθαι ταῦτα. Ἀλλά τοῦτο μὲν, ’
ὲν τοῖς εὐσεϐῶς λογιζομένοις τυχὸν οὐδὲ ζητήσεως
ἄξιον. Ὀ γὰρ πανταχοῦ ὢν διὰ τῆς θείας δυνάμεως,
καὶ παντὶ πάρεστι καὶ οὐδενὸς ἀπολείπεται. Ἐγὼ δὲ
καὶ ἕτερον οἶδα λόγον περὶ τούτου μαθὼν, ὃν βουλο-
μένοις ύμῖν δι’ ὀλίέων ὲκθήσομαιίώτε
Παρθένον τὸ Πνεῦμα τὸ ἀγιον, καὶ ἠ τοῦ Ὑψίστου
δύναμις αὐτῇ ἐπεσκίασεν, ἐπὶ τῷ τὸν καινὸν ἄνθρω-
πον ὲν αὐτῇ συστῆναι (τὸν διὰ τοῦτο καινὸν ὠνομα-
σμένον, ¹ὅτι κατά Θεὸν ἐκτίσθη, οὺ κατά ἀνθρωπίνην
συνήθειαν, ὥστε γενέσθαι Θεοῦ δοχεῖον ἀχειροποίη-
τον · οὐ ’γὰρ κατοικεῖ ἑν χειροποιήτοις, τοῖς ὑπὸ ἀν-
’ θρώπων, λέγω, κατεσκευασμένοις, ὁ Ὗψιστος) ο τότε
αὐτοῖς τὸν οἷκον τῆς Σοφίας οἰκοδομούσης, καὶ τῷ
τῆς δυνάμεως ἁποσκιάσματι οἱονεὶ τύπῳ σφραγῖδος
ἔνδοθεν καταμορφωθέντος, τότε ἀμφοτέροις, δι’ ὧν
ή ἀνθρωπίνη φύσις συνέστηκε (ψυχῇ τε , λέγω , καὶ
σώματι), ἡ θεία κατακιρνᾶται δύναμις, ἑκατέρῳ
καταλλήλως ἑαυτὴν καταμίξασα. Ἔδει γὰρ τῶν
δύο τούτων διὰ τῆς παρακοῆς νεκρωθέντων (ἐπειδὴ
νέκρωσις ἦν, τῆς μὲν ψυχῆς ἡ τῆς ὅντως ζωῆς
ἀλλοτρίωσις ο τοῦ σώματος δὲ ἡ φθορά τε ’καὶ διάλυ-
σις), ἀμφοτέρων τούτων τῇ ἐπιμιξία τῆς ζωῆς ἐξοι-
κισθῆναι τὸν θάνατον. Πρὸς ἑκάτερον τοίνυν τῶν τοῦ
ἀνθρώπου τμημάτων καταλλήλως τῆς θεότητος ἐμ μι-
χθείσης, δι’ ἀμφοτέρων ὲπίδηλα τῆς ὑπερεχούσης
φύσεως τὰ γνωρίσματα ἦν. Τὸ μὲν γὰρ σῶμα τὴν
ὲν αύτῷ θεότητα διὰ τῆς ἁφῆς τὰς ἰάσεις ἐνεργοῦν
ὲπεσή μαινε· ἡ δὲ ψυχὴ τῷ δυνατῷ ἐκείνῳ θελήματι τὴν
θείαν ἐνεδείκνυτο δύναμιν. Ὥσπερ γὰρ ἡ κατά τὴν
ἁφὴν αίσθησις τοῦ σώματός ἐστιν ίδνία, οὕτω καὶ τῆς
ψυχῆς ἡ κατά προαίρεσιν κίνησις. Προσέρχεται ὁ
λεπρὸς διερῤυηκὼς ἤδη καὶ ἡχρειωμένος τῷ σώματι.
Πῶς γίνεται ἐπὶ τούτου παρά τοῦ Κυρίου ἡ (ang;
Ὁρᾷς πῶς δι’ ἀμφοτέρων ἠ έν ἐκατέρῳ συμπαρο
ομαρτοῦσα θεότης δημοσιεύεται , τῷ τε ἐνεργοῦντι
σώματι, καὶ τῇ ὁρμῇ τοῦ ὲν τῇ ψυχῇ γινομένου θε-
λήματος. Καὶ τί χρὴ πάντα διεξιέναι αὐτὰ θαύματα.
ὁμοιοτρόπως ἐπιτελούμενα, τοῖς προδήλοις ὲνασχοο
λοῦντα τὸν λόγον; Ἀλλ’ οὗ χάριν τῶν εἰρημένων
ἐμνήσθην, πρὸς ἐκεῖνο καὶ μεταϐήσομαι. Πῶς κατὰ
ταύτὸν καὶ¹ ὲν τῷ ᾄδῃ καὶ ἐν τῷ παραδείσῳ ὁ Κύ-
ριος; 05 ζητήματος λύσις ἐστὶ μία, τὸ μηδὲν ἄϐατον
εἶναι Θεῷ, ὲν τὰ πάντα συνέστηκεν. Ἑτέρα δὲ
³⁷ Luc. l, 35. ³⁸ Act. mn, 2i. ³⁸ Prov. Ix, 1.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.