PG 46, col. 617

κραθὲν ἀνεχώρησεν (ἀμεταμέλητα γὰρ τοῦ Θεοῦ τά
χαρίσματα)· ἀλλά τὴν μὲν ψυχὴν τοῦ σώματος, ἡ
θεότης ἑκουσίως διέζευξεν, ἑαυτὴν δὲ ἐν ἀμφοτέροις
μένουσαν ἔδειξεν. Διά μὲν γὰρ τοῦ σώματος, ὲν ᾧ
τὴν ὲκ τοῦ Θανάτου καταφθορὰν οὐκ ἐδέξατο, κατήρ-
γησε τὸν ἔχοντα τοῦ θανάτου τὸ κράτος, διὰ δὲ τῆς
ψυχῆς ὡδοποίησε τῷ λῃστῇ τὴν ἐπὶ τὸν παράδεισον
εἴσοδον · καὶ τά δύο κατ’ αὐτὸν ἐνεργεῖται, δι’ ἀμφο-
τέρων τῆς θεότητος τὺ ἀγαθὸν κατορθούσης· διὰ μὲν
τῆς τοῦ σώματος ἀφθαρσίας, τὴν τοῦ θανάτου κατά-
λυσιν · διά δὲ τῆς ψυχῆς πρὸς τὴν ίδίαν- ἑστίαν ὲπει-
γομένης, τὴν ἐπὶ τὸν παράδεισον τῶν ἀνθρώπων ἐπ· Β
άνοδον. Ἐπεὶ οὖν διπλοῦν μὲν τὸ ἀνθρώπινον σύγ-
κραμα, ἁπλῆ δὲ καὶ μονοειδὴς ἡ τῆς θεότητος φύσις,
ἐν τῷ καιρῷ τῆς τού σώματος ἀπὸ τῆς ψυχῆς διαζεύ-
Eam; , οὐ συνδιασχίζεται τῷ συνθέτῳ τὸ ἀδιαίρετον,
ἀλλά τὸ ἔμπαλιν γίνεται. Τῇ γὰρ ἐνότητι τῆς θείας
φύσεως τῆς κατά τὸ ἴσον ὲν ἀμφοτέροις οὖσης, πάλιν
πρὸς ἄλληλα τὰ διεστῶτα συμφύεται. Kal. οὕτω γίνε-
ται, 6 θάνατος μὲν, ἐκ τῆς τῶν συμπεφυκότων διαιρέ-
σεως· ἡ ἀνάστασις δὲ, ἐκ τῆς τῶν διαιρεθέντων ἐνώ-
σεως. Et δὲ ζητεῖς πῶς ἐν τῷ παραδείσῳ ὢν, ὲν
ταῖς χερσὶ τοῦ Πατρὶς ἑαυτὸν παρατίθεται, ἑρμηνεύ-
σει σοι 6 ὑψηλὸς Ἡσαΐας τὸ περὶτούτων ζητούμενον.
Εἷπε γὰρ ἐκεῖνος ὲκ προσώπου τοῦ Θεοῦ περὶ τῆς
ἄνω Ἰερουσαλὴμ , ἣν οὐκ ἄλλην παρά τὸν παράδει-
σον εἶναι πιστεύομεν, ὅτι Ἐ πὶ τῶν χειρῶν μου ἐζω-
ςφάρησά σου τὰ τείχη. Εἰ οὖν ἐν ταῖς χερσὶ τοῦ
Πατρὸς περιγέγραπται ἡ Ἰερουσαλὴμ, ἥτις ἐστὶν 6
παράδεισος, δηλονότι 6 ὲν παραδείσῳ γενόμενος ταῖς
πατρῴαις πάντως ἐνδιαιτᾶται παλάμαις, ὲν αἷςὴ
θεία πόλις τὴν περιγραφὴν ἔχει. Καὶ ταῦτα μὲν είς
τοσουτον.
’Ὅσα δὲ τῶν Ἰουδαίων ἀκούομεν κατατρεχόντων ε
ιδ ο
ὲν σφοδρᾷ κατηγορίᾳ τοῦ δόγματος, ἄξιον ἂν εἴη
προσθεῖναι διὰ βραχέων τῷ λόγῳ. Λέγουσι γὰρ ὲν τῷ
περὶ τοῦ Πάσχα λόγῳ τοῖς Ἰουδαίοις νενομοθετῆσθαι
παρά τοῦ Μωῦσέως τὴν τεσσαρεσκαιδεκάτην τοῦ σε-
ληναίου δρόμου περίοδον, καὶ τῶν ἑπτὰ ἡμερῶν τὴν
ἀζυμοςραγίαν, καὶ ὄψον ἐπὶ τοῖς ἀζύμοις ποιεῖσθαι
τῶν πικρίδων τὴν πόαν. El οὖν ἐπιμελὴς ύμῖν ἡ τῆς
τεσσαρεσκαιδεκάτης ἐστὶ παρατήρησις, συμπαραφυ-
λαττέσθω, φησὶν 6 Ἰουδαῖος, καὶὴ πικρὶς καὶ τὸ
ἄζυμον. El δὲ ταῦτα τοῦ παρορᾶσθαι ἀξια, τίς ἠ
περὶ ἐκείνης σπουδή, Οὐ γὰρ δὴ τοῦ αὐτοῦ νομο-
θέτου, τὸ μέν τι δίκαιον καὶ ψυχωφελὲς, τὸ δὲ ἄχρη-
στον κρίνεται καὶ ἀπόϐλητον ο ὠς ἐπάναγκες εἶναι, ἢ
πάντα κατορθοῦσθαι παρ’ ἡμῶν, ὅσα περὶ τοῦ Πάσχα
amfdpeumt, ἢ μηδενὸς ἡμᾶς περιέχεσθαι. Τί οὖν
ήμεῖς; Μνησθῶμεν τοῦ παραγγείλαντος , μὴ φοϐεῖς
σθαι τὸν ὀνειδισμὸν τῶν ἀνθρώπων, καὶ τῷ φαυλισμῷ
αὐτῶν μὴ ἡττᾶσθαι. Οἴδαμεν γὰρ τῶν ἀζύμων τὴν
ψυχωιρελῆ παρατήρησιν, καὶ τῶν πικρίδων τὸ κέρ-
δ’ Rom. ιι, 29. ⁸³ Act. ιι,ἓῖ ’⁸³ llehr. ll, M.
Ριτιιοι. Gn. XLVI.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.