PG 46, col. 621

μετρον , καὶ τῷ ἰδίῳ φωτὶ καταλάμπει τὸ ὑποκείμε-
νον. Καὶ πάλιν πρὶν πάντως τὸν κύκλον αὐτῆς ὑπελ-
θεῖν τὸν ὁρίζοντα, τοῖς λειψάνοις τοῦ σεληναίου φωτὸς
ἡτῆς ἡμέρας αὐγὴ κατακιρνᾶται. Καὶ οὕτω τῆς
πανσελήνου ἐκείνης ἡμέρας τὸ σκότος ὲξαφανίζεται,
κατά τε τὸν ὄρθρον καὶ τὴν ἑσπέραν, τῇ τῶν φω-
στήρων διαδοχῇ λαμπρυνόμενον. ’Όπερ τοίνυν τῷ
αἰσθητῷ φωτὶ κατὰ τὴν τεσσαρεσκαιδεκάτην συμο
ϐαίνει, τὸ διὰ πάσης νυκτός τε καὶ ἡμέρας ἀπαρά-
δεκτον εἶναι τῆς ἐπιμιξίας τοῦ σκότους, τοῦτο βού-
λεται ὁ πνευματικὸς νόμος , σύμϐολον γενέσθαι τοῖς
πνευματικῶς ἑορτάζουσιν, ὥστε διὰ πάσης τῆς κατά
τὴν ζωὴν ἑϐδομάδος, ἓν Πάσχα φωτεινὸν καὶ ἀσκό-
τιστον ὅλον τὸν χρόνον αὐτοῖς τῆς ζωῆς ἐργάζεσθαι.
Αὕτη γάρ τῶν περὶ τὸ Πάσχα παραγγελμάτων τοῖς
Χριστιανοῖς ἡ κατάστασις. Διὰ τοῦτο πρὸς τὴν τεσ-
σαρεσκαιδεκάτην βλέπομεν, διὰ τοῦ αἰσθητοῦ τούτου
καὶ emes φωτὸς, τοῦ άΰλου τε καὶ νοητοῦ τὴν φαν-
τασίαν ἀναλαμϐάνοντες, ὡς τὸ μὲν δοκεῖν σελήνην
πλήθουσαν ἐπιζητεῖν, τὸ παρ’ ἑαυτῆς φέγγος διαρκὲς
παρεχομένην ἡμῖν παννύχιον, τῇ δὲ ἀληθείᾳ, νόμον
ἡμῖν εἶναι τὸ παρατήρημα τοῦ πάντα τὸν χρόνον, τὸν
νυκτὶ καὶ ἡμέρᾳ διαμετρούμενον, λαμπρὸν ἡμῖν διαρκῶς εἶναι, καὶ τῶν ἔργων τῶν σκοτεινῶν ἀνεπί-
μικτον. Καὶ περὶ μὲν τούτων, τοσαῦτα.
Ὅσα δὲ ὁ σταυρὸς ἐμπεριέχει νοήματα, δι’ οὗ
τελειοῦται τὸ περὶ τὸ πάθος μυστήριον, τίς ἂν ῥα-
δίως τῷ λόγῳ σαφηνίσειε; Μὴ γὰρ οὐκ ἦσαν μυρίοι
τρόποι πρὸς θάνατον φέροντες, δι’ ὧν ἦν δυνατὸν
πληρωθῆναι τὴν ὑπὲρ ἡμῶν τοῦ θανάτου οίκονομίανς
Ἀλλ’ ἐκ πάντων οὗτος ὡρίσθη παρ’ αὑτοῦ τοῦ ἑαυτῷ
κατ’ ἐξουσίαν τὸ πάθος ὁρίσαντος. Δεῖ γὰρ, φησὶ, τὸν
Υἰὸν τοῦ ἀνθρώπου. Οὐκ εἷπε, Τὰ καὶ τὰ πείσεται
ὁ Tib; τοῦ ἀνθρώπου, ὡς άν τις άπλῶς εἴποι προαγο-
ρεύων τὸ λεγόμενον , ἀλλὰ τὸ ἀναγκαῖον κατά τινα
λόγον ἀπόρρητον γενέσθαι ὀφεῖλον δογματίζει τῷ
ῥήματι, ὲν τῷ εἰπεῖν, ὅτι Δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώ,-
ετου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι, καὶ
σταυρωθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι.
Κατανόησόν μοι γὰρ τοῦ Δεῖ τὴν διάνοιαν, δι’ ἦς
εὑρίσκεται τὸ μὴ δεῖν ἄλλωςῆ διὰ τοῦ σταυροῦ γε·
νέσθαι πάντως τὸ πάθος τὸ δογματιζόμενον. Τίς οὖν
ὁ περ)⁸ τούτου λόγος; Μόνου τοῦ μεγάλου Παύλου
ἐστὶ, τοῦ ὲκ τῶν ἀρρήτων ῥημάτων παιδευθέντος,
ἃ ἐν τοῖς ἀδύτοις τοῦ παραδείσου μυηθεὶς ἠκροάσατο,
καὶ τὸ περὶ τούτου μυστήριον διασαφῆσαι, καθὼς ὲν
μέρει διὰ τῶν πρὸς Ἐφεσίους λόγων τὸ κρυπτὸν
ὑπῃνίξατο λέγων’ Ἵνα ἐξισχύσητε καταλαϐέσθαι
σὺν πᾶσι τοῖς ἁγίοις, τί τὸ πλάτος καὶ μῆκος ,
το ,ϐάθος x‘al ὕψος, γνῶναι τε τὴν ὑπερϐάλλουσαν
ἀγάπην τῆς γνώσεως τοῦ Χριστοῦ, ἵνα πληρω-
θῆτε εις πᾶν τὸ πλήρωμα τοῦ Θεοῦ. Οὐ γάρ ἀρ-
γῶς ὁ θεῖος ἐκεῖνος ὀφθαλμὸς τοῦ Ἀποστόλου, τὸ
1
⁸³ Matth. va, ‘ll ;lllarc. rm, 3| ; Luc. Ix, 22; Joan. xu, '51 sqq. " Ephes. nt, 18, l9.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.