PG 46, col. 628

προσάγει τὸν ἑαυτοῦ ἄνθρωπον τῷ ἀληθινῷ Πατρὶ, ἵνα
δι’ αὐτοῦ ἅπαν τὸ ὁμογενὲς ὲφελκύσηται, ὡς μηκέτι
ὄνειδος εἶναι τοῖς δουλεύσασι τοῖς μὴ φύσει οὖσι θεοῖς.
Διά τὸ προσαχθῆναι πάλιν τῷ ζῶντι καὶ ἀληθινῷ .
Θεῷ, μηδ’ ἀποόλήτους καὶ ἀποκηρύκτους τῆς 7::-
τρῲας κληρονομίας γενέσθαι, τοὺς τῷ λ’ίῷ διὰ τῆς “
υἱοθεσίας ἀκολουθήσαντας · ό ὲν πολλοῖς ἀδελφοῖς
πρωτότοκον διὰ τῆς σαρκός ποιήσας ἑαυτὸν, πᾶσαν
τὴν κτίσιν ἧς ἐκοινώνησε διὰ τῆς ἀνακραθείσης αὐ- '
τῷ σαρκὸς ἐπεσπάσατο. Ἀλλ’ ἐπειδὴ ὀ πρὸ τοῦ Πάσχα
σῖτος ὁ ἀζυμος, ὄψον τὴν πικρίδα ἔχει, ἴδωμεν τίνι
ἡδύσματι ό μετὰ την ἀνάστασιν ἄρτος-ηδύνεται. Ὁρᾷς
τοῦ Πέτρου άλιεύοντος ὲν ταῖς χερσὶ τοῦ Κυρίου
ἄρτον καὶ κηρίον μέλιτοςς νόησον τί σοι ἡ πικρία
τοῦ βίου κατασκευάζεται. Οὐκοῦν ἀναστάντες καὶ
ἡμεῖς ἐκ τῆς τῶν λόγων ἀλείας, ἤδη τῷ ἄρτῳ προσ-
δράμωμεν, ὃν καταγλυκαίνει τὸ κηρίον τῆς ἀγαθῆς
ἐλπίδος, ὲν Χριστῷ Ἰησοῦ τῷ Κῦρίῲ ἠ μῶν, ἡ δόξα
καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ καὶ είς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΛΟΓΟΣ B’.
Περὶ τῆς-,ἀναστάσεως τοῦ Ιςξῳίοιιλὴρῷν Ἰησοῦ
Χριστόῦ . καὶ Ϋὸτι κατά μῃδὲγ ἀλλήλοις ἐνατ-
τὶωθέντες οἱ edam-altam! , διαφόρως τὰ συμ-
ϐεϐηκότα τῇ ἀναστάσει τοῦ Ἐμμανουὴλ ἱστό-
c ρησαν.
Πάντες μὲν, ἀγαπητοὶ, ὼς εἰπεῖν , ἀποδέχονται
τὴν ὲν τῇ Κυριακῇ νυκτὶ’ παρ’ ἡμῶν εἰσηγηθεῐσαν
ἁρμοδίως τῶν ἱερῶν Εὐαγγελίων ἀνάγνωσιν , περὶ
τῆς ἀναστάσεως τοῦ μεγάλου· Θεοῦ καὶ Σωτῆρος
ἡμῶν Ἰησοῦ Χριστοῦ. Τινὲς μέντοι τδ μὲν ὠφελεῖ-
σθαι ὁμολογοῦσι · πυκνότερον δέ πως ἀκροᾶσθαι δο-
κοῦντες, ταράττεσθαί φασι, τῶν εύαγγελιστῶν μὴ τά
αὑτά λεγόντων περὶ τοῦ αὑτοῦ πράγματος, ἀλλ’ ἐναν-
τία, καὶ-τὸν ἀκροατὴν μᾶλλον πρὸς τὴν ἀπιστίαν ἐν·
ἀγόντων. Τίνι γὰρ πιστευτέονς Ματθαίῳ γρᾶφονττ
τὴν ἀνάστασιν ὀψὲ γεγενῆσθαι Σαϐϐἀτων , ῆ Ἰωάννῃ
ταύτὸ τοῦτο συμϐεϐηκέναι πρωῒ ἔτι σκοτίας οὔσης.
ίστορηκότι, ἤ Λουκᾷ καὶ Μάρκῳ · τῷ μὲν ὄρθρον
βαθὺν , τῷ δὲ ἀνατολὴν ἡλίου τὸν αὑτὸν καιρὸν ὀνο-
ο μάσαντι; Πρὸς οὖν τὴν τοῦ ὑποκειμένου προϐλήμα-
τος λύσιν, καὶ τῶν ἄλλων τῶνκατά τὴν ἐξέτασιν τῶν
ῥητῶν ἀναφυομένων ζητήσεων, διεγερθῆναι δεῖ παρὰ
τοῦ ἀναστάντος Θεοῦ, καίπερ ἀσθενεῖς ὄντας ἡμᾶς.
καὶ τὴν ἑρμηνείαν παραστῆσαι σαφῆ. Καὶ γὰρ ό τῆ
σπέρμα τῆς ἀναγνώσεως καταϐαλόμενος , καὶ ταύτην
πλατύνας ἐν ταῖς ἀπάντων ἀκοαῖς , δίκαιός ἐστι καὶ
τῶν φύντων ἐντεῦθεν ἐρωτημάτων ἀποδοῦναι τὸν λά
γον. Τοῦτο δὴ καὶ ποιῆσαι πειράσομαι, ἐξ αὐτῶν ὣς
οἱ ἐπαπορήσαντες ἔφασαν τὴν λύσιν ἐπαγαγεῖν. Οὐδ
γάρ εἷπον oi τῶν Εὐαγγελίων ἱεροὶ συγγραφεῖς , ὁνξέ
Σαϐϐάτων, ἢ παρῳχηκότος τοῦ πλείονος τῆς νυκτὸς
ἥόρθρου πάλιν. ἢ μετά τὴν τῆς ἡλιακῆς ἀκτῖνος βο
λὴν ὲγηγέρθαι τὸν Κύριον · οὕτω γὰρ ἂν ἐναντίοισι
ἦν, τὸ ἓν πρᾶγμα τῶν συγγεγραφότων οὐχ ἐνὶ μάλ

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.