PG 46, col. 629

ρος, ὅτι Ἠγέρθη, οὐκ ἐστιν ὦδε , μὴ προστεθέντος
τοῦ πότε; ὡς κατ’ ἐκείνην μὲν ὁμολογουμένως καὶ
συμφώνως τὴν Θείαν νύκτα τῆς ἀναστάσεως γενομέτ
νης· μηδενὸς δὲ τὴν ὥραν ὲπισημηναμένου , τὴν
πᾶσιν ἄγνωστον, πλὴν τοῦ ἀναστάντος Θεοῦ. καὶτοῦ
ηατρδς cuii μόνου γινώσκοντος οὕτω τὸν Υἱὸν , ὼς
αὐτὸς ἔγνωσται τῷ Πατρὶ.... Καὶ τοῦ Πνεύματος τοῦ
πάντα ἑρευνῶντος , καὶ τά βάθη τοῦ Θεοῦ. θίατθαίος
γάρ εφη Μαρίαν τὴν Μαγδαληνὴν καὶ τὴν ἀλλην
Μαρίαν ὀψὲ Σαϐϐάτων ἐπὶ τὴν θέαν ἐληλυθέναι ’τοῦ
τάφου· σεισμόν τε γεγενῆσθαι μέγαν · ἄγγελον δὲ
καταϐεϐηκέναι ἐξ οὐρανοῦ, τὸ μὲν εἶδος ἀστραπῇ,
χιόνι δὲ τὴν στολὴν παραπλήσιονο ἶνα τῷ μὲν φοὸε ρῷ
καταπλήξη τοὺς φύλακας (οἳ καὶ τὴν θέαν οὐκ ἐνεγ-
κόντες, μικροῦ καὶ ἀπώλοντο καταστάντες τῷ δέει
νεκρο ), τῷ φαιδρῷ δὲ προσκαλέσηται τὰς γυναῖκας,
καὶ θάρσος ἐμποιήσῃ ταῖς τὴν φύσιν εὐπτοήτοις καὶ
δειλαῖς, καὶ τὴνεάνάστασιν δι’ αὐτοῦ τοῦ σχήματος
ἀναγγείλῃ περιχαρῶς. Ἐπεὶ καὶ τούτων χάριν ἀπ-
ἐσταλτο.Τὸν γὰρ λίθον ἀποκυλίσας, εὗρεν ἐγηγερμέ-
νον τὸν Κύριον , κεκλεισμένον τὸν τάφον , καὶ ταῖς
σφραγῖσι κατησφαλισμένον , καὶ τῇ στρατιωτικῇ
φρουρᾷ πεφυλαγμένον ,, ἀπολιπόντα θεοπρεπῶς , ὃν.
τρόπον καὶ τῶν θυρῶν κεκλεισμένων εἴσω τοῦ δωμα-
τξου γενόμενος τοῖς μαθηταῖς ὲπεφοίτησε. Διὸ καὶ η
{lares-'61)): ξξστικ ὧδε.. ἀλλ’ ἠγέρθη ο μηνύων ὁ C
ἄγγελος τῆς οἰκείας ἀφίξεως προτεθαυματουργῆσθαι
τὴν-.τοῦ Σωτῆρος ἀνάστασιν, ἣν ὡς Θεὸς ἰδίᾳ δυνάμει-
πληρώσας, τὴν οἰκονομίαν ἐνήργησεν , ἀγγελικῆς
συμμαχίας οὐ δεηθείς. Εἰ γὰρ τοῦτο μὴ ἦν, εἶπεν
ἂν, Ἰδοὺ ἐγείρεται, δηλῶν τὸ παραυτίκα γινόμενον·
ἐπειδὴ δὲ προεγεγόνει τῷ παρεληλυθότι χρόνῳ χρη-
σάμενος , ἔφησεν · Οὐκ ἐστιν ὦδε, ἀλλ’ ἠγέρθη,
esset, dixisset : Ecce resurgit, significans id, quini statim fieret; sed quoniam ante factum erat, pm~
terito tempore utens dixit : Non est hic, sed surrexit.
Κάκεῖ δὲ ἐκ τούτου δείκνυται σαφῶς, ὡς oi ἀπόστο-Δ
λοι κηρύττοντες τὸ Εὐαγγέλιον , ἔλεγον τὸν Χριστὸν
ἐγηγέρθαι ὑπὸ τοῦ Πατρὸς, διὰ τὸ τῶν ἀκουόντων
ἀσθενὲς, εὐπαράδεκτον τὸν λόγον ταύτῃ κατασκευά·
ζοντες. '0 δὲ ἅγγελος τὴν εὐαγγελιζομένην τὴν ἀνά-
στασιν ῥήξας φωνὴν, γυμνὴν ὲκφαίνων τὴν θεοπρε-
πεστάτην ἐξουσίαν τοῦ ἀναστάντος ἐϐόα · Οὐκ ἔστιν
ὦδε, ἀλλ’ ἠγέρθη. Καὶ τὸ ὲγηγέρθαι δὲ αὑτὸν ὑπὸ
τοῦ [ἰατρὸς λέγεσθαι, τῶν μὲν ἀκουόντων, ὼς ἔφην,
οἰκονομεῖ τὸ ἀσθενές ⁸ τὸν δὲ αὑτὸν ἔχει νοῦν, καὶ
οὐχ ἓτερον. Ἐν τίνι γὰρ ὁ Πατὴρ ένεργεῖς Ἑν τῇ
οἰκείᾳ δυνάμει δηλονότι. Τίς δέ ἐστινὴ δύναμις τοῦ
Ηατρός; Οὐδεὶς ἄλλος , ἢ ὁ Χριστός · Χριστὸς γὰρ
Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία. Οὐκοῦν ἑαυτὸν ἁν-
έστησεν ό Σωτὴρ, εξ καὶ ὑπὸ τοῦ Πατρὸς ὲγηγέρθαι
λέγεται. Τὸ δὲ Ὀψὲ Σαΰὸἁτων, οὐ τὴν ἑσπέραν τὴν
κατά τὴν δύσιν τοῦ ἡλίου δηλοῖ· οὐδὲ γὰρ ἑνικῶς
⁸)Ιτιιιιι. xxvm, 6. ³ ibid. l sqq.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.