PG 46, col. 692

σκηνὴ, καὶ τρίϐος. καὶ ὁδηγία, καὶ πάντα γίνεται
6 ποιμὴν 6 καλὸς, πρὸς πᾶσαν χρείαν τὴν ἑαυτοῦ
χάριν προσφόρως καταμερίζων. Δι’ ὧν ἁπάντων
παιδεύει τὴν Ἐκκλησίαν, ὅτι χρή σε πρόϐατον
πρῶτον γενέσθαι τοῦ καλοῦ ποιμένος, διὰ τῆς ἀγαθῆς
’κατηχήσεως πρὸς τὰς θείας τῶν διδαγμάτων νομάς η
τε καὶ πηγὰς ὁδηγούμενον, είς τὸ συνταφῆναι αὐτῷ ν.
διὰ τοῦ βαπτισμοῦ είς τὸν θάνατον, καὶ μὴ φοϐηθῆναι
τὸν τοιοῦτον θάνατον. Οὐ γὰρ θάνατος οὗτός ἐστιν,
ἀλλὰ θανάτου σκιά καὶ ἐκτύπωμα. Ἐὰν γὰρ πορευθῶ,
φησιν, ἐνμέσῳ σκιᾶς θανάτου, οὐ φοϐηθήσομαι
ὡς κακὸν τὸ γινόμενον · ὅτι σὺ μετ’ ἐμοῦ εἶ.
Μετὰ ταῦτα παρακαλέσας τῇ βακτηρία τοῦ Πνεύ-
ματος· 6 γὰρ παράκλητος τὸ [Ινεῦμά ἐστι’ τὴν
μυστικὴν προτίθησι τράπεζαν, τὴν ἐξ ἐναντίου τῆς
τῶν δαιμόνων τραπέζης ἐτοιμασθεῖσαν. Ἐκεῖνοι γὰρ
ἦσαν οί διὰ τῆς είδωλολατρείας τὴν ζωὴν τῶν ἀνθρώ-
πων ἔικθλίϐοντες⁹ ὧν ἐξ ἐναντίου ἡ τοῦ Πνεύματος
τράπεζα. Εἶτα μυρίζει τὴν κεφαλὴν τῷ ἐλαίῳ τοῦ
Πνεύματος, καὶ προσθεὶς αύτῷ οἶνον τὸν τὴν καρδίαν
εὐφραίνοντα, τὴν νήφουσαν ἐκείνην μέθην ἐμποιεῖ
τῇ ψυχῇ. στήσας τοὺς λογ ισμοὺς ἀπὸ τῶν προσκαίρων
πρὸς τὸ ἀΐδιον · 6 γὰρ τῆς τοιαύτης γευσάμενος μέθης,
διαμείϐεται τοῦ ὡκυμόρου τὸ ἀτελεύτητον. είς μα-
κρότητα ἡμερῶν τὴν ἐν τῷ οἴκῳ τοῦ Θεοῦ διαγωγὴν
παρατείνων. Τοιαῦτα ἡμῖν ἐν ἑνὶ τῶν ψαλμῶν
χαρισάμενος, 1:96; μείζονα καλ⁸ τελεωτέραν εὐφροσύ-
νην ὲν τῷ ἑξῆς ψαλμῷ τὴν ψυχὴν ἐπεγείρει· καὶ, εί
δοκεῖ, καὶ τούτου τὴν διάνοιαν ὑμῖν παραϐώμεθα,
δι’ ὀλίγων ὲπιτεμόμενοι. Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ
πλήρωμα αὐτῆς. Τί οὖν ξενίζῃ, ὣ ἄνθρωπε, εἰ 6
Θεὸς ἡμῶν ἐπὶ γῆς ὤφθη, καὶτοῖς ἀνθρώποις συναν⁴
εστράφης κτίσμα γὰρ ἐκείνουὴ γῆ, διότι καὶ ποίημα.
Οὐκοῦν οὐδὲν καινὸν, οὐδὲ ἔξω τοῦ πρέποντος, τὸ
εἰς τὰ ίδια ἐλθεῖν τὸν Δεσπότηνο ού γὰρ ἐν ἀλλοτρίῳ
γίνεται κόσμῳ, ἀλλ’ δν αὐτὸς συνεστήσατο, 6 ἐπὶ
θαλασσιῖη θεμελιώσας τὴν γῆν, καὶ πρὸς τὴν τῶν
ποταμῶν δίοδον εὔθετον αὐτὴν εἶναι παρασκευάσας.
Ὑπὲρ τίνος οὖν ἡ παρουσίας Ἵνα σε τῶν βαράθρων
τῆς ἁμαρτίας ἐκϐαλὼν, ἐπὶ τὸ,δρος ἀγάγῃ, βασιλείας
ὀχήματι πρὸς τὴν ἄνοδον τῇ κατ’ ἀρετὴν πολιτείᾳ
χρησάμενον. Ού γὰρ ἔστιν ἀνελθεῖν ἐπὶ τὸ ὅρος
ἐκεῖνο, εἰ μὴ ταῖς ἀρεταῖς συνοδεύσειε’ ταῖς μὲν
χερσὶν ἀθῶος γενόμενος, καὶ μηδεμιᾷ πονηρᾷ πράξει
ρυπούμενος, καθαρὸς δὲ τῇ καρδίᾳ, πρὸς οὐδὲν μά-
ταιον τὴν ψυχὴν ἑαυτοῦ φέρων, μηδέ τινα δόλον τῷ
Τὸ δὲ ἐφεξῆς τῆς ψαλμῳδίας, καὶ αὐτῆς τάχα τῆς
εύαγγελικῆς διδασκαλίας ἐστὶν ὑψηλότερον. T6 μὲν
γὰρ Εύαγγέλιον, τὴν ἐπὶ γῆς τοῦ Κυρίου διαγωγὴν,
καὶ τὴν ἀναστροφὴν διηγήσατο. '0 δὲ ὑψηλὸς οὗτος
² Psal. cui, 15. ³ Psal. unt, 1 sqq.

Testo OCR da scansione; possono restare errori di lettura.

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.