PG 46, col. 717
ἐστι, καθώς. φησιν ό Προφήτης , τὸ φῶς ὀφθῆναι,
μὴ ὲν τῷ φωτὶ καθορώμενον. Ἑν γὰρ τῷ φωτί σου,
φησὶν, ὀψόμεθα φῶς. Εἰ οὖν ούκ ἐνδέχεται μὴ έν
τῷ φωτὶ γενέσθαι τὴν τοῦ φωτὸς θεωρίαν ο πῶς γὰρ
ἐστιν ἀπιδεῖν είς τὸν ἥλιον ἔξω τῶν ἀκτίνων γενό-
μενον; ἐπεὶ οὖν ὲν τῷ φωτὶ τοῦ Πατρὸς, τουτέστιν
ἐν τῷ Πνεύματι τῷ ἁγίῳ τῷ ἐκεῖθεν ἐκπορευομένῳ,
τὸ Μονογενὲς καθορᾶται φῶςο διὰ τοῦτο προκαταυο
γασθεὶς τῇ δόξῃ τοῦ Πνεύματος, ἐν περινοίᾳ τῆς τοῦ
Πατρὺς καὶ τοῦ Υίοῦ δόξης γίνεται. Ἐπεὶ, πῶς τὴν
εύαγγελικὴν ἀπόφασιν ἀληθεύειν φήσομεν, ὅτι Θεὸν
οὐδεὶς ἑώρακε πώποτε ; Πῶς δὲ τὸν Ἀπόστολον μὴ
ἐναντία τοῖς ίστορηθεῖσι βοᾷν, ὅταν λέγει · οὔτε τις
εἶδεν αὐτόν ἀνθρώπων, οὔτε ἰδεῖν δύναται ; Et γὰρ
ἀνθρωπίνῃ φύσει τε καὶ δυνάμει, ἡ τοῦ Πατρός τε
καὶ τοῦ Υἱοῦ δόξα χωρητὴ κατέστη · ψευδὴς πάντως,
6 ὰχώρητον ἀνθρώποις ἀποφηνάμενος εἶναι τὸ θεῖον
θέαμα. Ἀλλὰ μὴν οὔτε ἐκεῖνον ψεύδεσθαι, καὶ τὴν
ίστορίαν ἀληθεύειν ἐπάναγκες. Ἀρα φανερῶς ὴ και
κουργία τῶν Πνευματομάχων πεφώραται, ὅτι τῷ
ὁμοίῳ καθορᾶσθαι τὰ ὃμοια παρὰ τῆς Γραφῆς με·
μαρτύρηται. Ὀ γὰρ Στέφανος οὐκ ὲν τῇ ἀνθρωπίνῃ
φύσει τε καὶ δυνάμει μένων τὸ Θεῖον βλέπει· ἀλλὰ
πρὸς τὴν τού ἁγίου Πνεύματος χάριν ἀνακραθεὶς,
δι’ ἐκείνου ὑψώθη πρὸς τὴν τοῦ Θεοῦ κατανόησιν.
υύκοῦν εἰ χωρὶς τοῦ Πνεύματος οὔτε Κύριον Ἰησοῦν
ἐστιν εἰπεῖν, καθώς φησιν ό Ἀπόστολος, οὔτε τὴν
Πατρικὴν δόξαν κατανοῆσαι· δέδεικται σαφῶς, ὅτι
ὅπου τὸ Πνεῦμά ἐστιν, ἐκεῖ καὶ 6 Υἱὸς καθορᾶται,
καὶ ἡ [ἰατρικὴ δόξα καταλαμϐάνεται. Ἀλλ’ ἓτερον
ἡμῖν ὲκ τῶν ἱστορηθέντων ὅπλον ἀσεϐείας παρὰ τῶν
Χριστομάχων προδάλλεται. Φασὶ γὰρ τὸ καταδεὲς
τοῦ Μονογενοῦς διὰ τούτου σημαίνεσθαι. Τὸ γὰρ
παρεστᾶναι αὑτὸν τῇ δεξιᾷ τοῦ Πατρὸς, ἀπόδειξιν
η ποιοῦνται τοῦ ὑποχείριον εἶναι τῇ τοῦ Πατρδς ἐξουσίᾳ.
τί οὖν ό Παῦλος, πρὸς αὐτοὺς εἴποιμι ἄν ; τίδὲ καὶ
πρὸ ἐκείνου ὁ προφήτης Δαῦὶδ, ἀμφότεροι τῇ δι-
δασκαλίᾳ τοῦ Πνεύματος τὴν τού Μονογενοῦς δόξαν
ἐκδιηγούμενοις Ὅ τε γὰρ Δαϐίδ φησιν, Εἶπεν ό Κύ-
ριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου. '0 δὲ
’Δπόστολος ὲν δεξιᾷ τοῦ θρόνου τοῦ Θεοῦ κεκαθικέναι
λέγει τὸν Κύριον. Εί οὖν ἡ στάσις τῆς ἐλαττώσεως,
ἡ καθέδρα πάντως τῆς ὁμοτιμίας ἐστι σημεῖον, ἢ
τοίνυν παραγραφέσθωσαν τὰς θεοπρεπεῐς μαρτυρίας,
δι’ ὧν τὸ ὑψηλὸν τῆς δεξιᾶς διασημαίνεται.ἦ καὶ
ταύτην εὐσεϐῶς ὲκδεχέσθωσαν. Εἷς γὰρ ἐφ’ ἑκάστου
τῶν εἰρημένων διδάσκαλος,’ἡ τού Πνεύματος χάρις.
Ὀ μὲν γὰρ Στέφανος, πλήρης ὣν Πνεύματος ἁγίου,
’ εἶδέ τε ἃ εἶδε ⁵ καὶ ἃ εἶδεν, ἐφθέγξατο. '0 δὲ Δαϐὶδ,
ὲν Πνεύματι αὑτὸν καλεί Κύριον, καθὼς λέγει τὸ
Εὑαγγέλιον. Παῦλος δὲ, καθὼς αὐτὸς ἐκεῖνός φησιν,
ὲν Πνεύματι λαλεῖ τὰ μυστήρια. Ei οὖν εἷς 6 6t-
δάσκαλος, οὐδεμίαν πρὸς ἑαυτὸν διαφωνίαν ἔχων
’⁸ Act. ut. 55. " Psal. xxxv, l0. " Joan. ι. 8.
’⁸ Coloss. ιιι, i; Hebr. I, 5. ’⁸⁷ Act. vt, 8 seqq.