PG 46, col. 740

Καὶ τοῖς αἰσθητοῖς οὕτω φιλοτεχνήμασιν ὲνευπα-
θήσας τὴν δψιν, ἐπιθυμεῖ λοιπὸν καὶ αὐτῇ πλησιάσαι
τῇ θήκῃ’ ἀγιασμὸν καὶ εὐλογίαν τήν ἐπαφὴν εἷναι
πιστεύων. El δὲ καὶ κόνιν τις δοίη φέρειν τὴν ἑπι-
κειμένην τῇ ἐπιφανείᾳ τῆς ἀναπαύσεως, δῶρον 6
χοῦς λαμϐάνεται, καὶ ὡς κειμήλιον ή γῆ θησαυρί-
ζεται. Τὸ γὰρ αὑτοῦ τοῦ λειψάνου προσάψασθαι , εἴ
ποτέ τις ὲπιτυχία τοιαύτη παράσχοι τὴν ἐξουσίαν.
ὅπως ἐστὶ πολυπόθητον, καὶ εὐχῆς τῆς ἀνωτάτω τδ
ἰῶρον , ἴσασιν οἱ πεπειραμένοι, καὶ τῆς τοιαύτης
ὲπιθυμίας ἑμφορηθέντες. Ὠς σῶμα γάρ αὐτὸ ζῶν
καὶ ἀνθοῦν οί βλέπονῆς κατασπάζονται , τοῖς όφ-
θαλμοίς, τῷ στόματι, ταῖς ἀκοαῖς, πάσαις προσ-
άγοντες ταῖς αίσθήσεσιν, εἶτα τὸ τῆς εὐλαϐείας καὶ
τὸ τοῦ πάθους ἐπιχέοντες δάκρυον , ὡς ὁλοκλήρῳ καὶ
φαινομένῳ τῷ μάρτυρι τήν τοῦ πρεσϐεύειν ἱκεσίαν
προσάγουσιν, ὡς δορυφόρον τοῦ Θεοῦ παρακαλοῦντες,
ὡς λαμϐάνοντα τάς δωρεὰς ὅταν ἐθέλῃ ἐπικαλούμε-
νοι. Ἐκ τούτων πάντων, 6 εὐσεϐὴς λαὸς,κατσμάθετε,
ὅτι Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων
αὐτοῦ. Ἕν μὲν γάρ κα)⁸ τὸ αὐτὸ σῶμα πάντων ἀνθρὼ-
πων , ἐξ ἑνὸς φυράματος ἔχον τὴν σύστασιν ο ἀλλά
τὸ μὲν ἁπλῶς ἀποθανὺν , ρίπτεται ὡς τὸ τυχόν ⁸ τὸ
δὲ τῷ πάθει τοῦ μαρτυρίου χαριτωθὲν , οῦτως ἐστὶν
ἐράσμιον καλ⁵ ἀμφισϐητήσιμον, ὡς 6 προλαϐὼν λόγος
ἐδίδαξεν. Διά τοῦτο πιστεύσωμεν ὲκ τῶν φαινομένων
τοῖς ἀοράτοις , ἀπὸ τῆς ὲν τῷ κόσμῳ πείρας τῇ τῶν
μελλόντων ἐπαγγελίᾳ. Πολλοὶ γάρ οί τὴν γαστέρα,
καὶ τὴν κενοδοξίαν , καὶ τὸν ἐνθάδε συρφετὸν πάντων
ἐπίπροσθεν ἄγοντες , οὐδὲν ήγοῦνται τὸ μέλλον · τῷ
τέλει δὲ τοῦ βίου συμπεραιοῦσθαι τὰ πάντα νομίζου-
σιν. Ἀλλ’ 6 φρονῶν οὕτως, ὲκ τῶν μικρῶν τά με-
γάλα κατάμαθε , ὲκ τῶν σκιῶν τά ἀρχέτυπα νόησον.
Τίς τῶν βασιλέων τοιαύτην τιμᾶται τιμήν; τίς τῶν
καθ’ ὑπερϐολὴν ὲν ἀνθρώποις φανέντων τοιαύτη
μνήμῃ δοξάζεταις τίς τῶν στρατηγῶν τῶν πόλεις
τειχήρεις ἑλόντων , καὶ ἔθνη δουλωσαμένων μυρία,
οῦτως ἐστὶν ἀοίδιμος, ὼς 6 στρατιώτης οὗτος, 6 πέ-
νης, 6 νεόλεκτος, ὃν Παῦλος ὥπλισεν , δν ἄγγελοι
πρὸς τὸν ἀγῶνα ήλειψαν , καὶ νικήσαντα Χριστὸς
ἐστεφάνωσεν ς Μᾶλλον δὲ ἐπειδὴ ἐγγὺς ἐγενόμην τῷ
λόγῳ τῶν ἀγώνων τοῦ μάρτυρος , φέρε, τὰ κοινά κα-
ταλιπόντες,τὺν ἐξαίρετον τοῦ ἁγίου λόγον ποιήσωμεν·
φίλον γάρ ἑκάστῳ τὸ ἴδιον.
Πατρὶς τοίνυν τῷ γενναίῳ, ή πρὸς ἥλιον ἀνίσχουσα
χώρα· εὐγενὴς γάρ καὶ οὗτος κατὰ τὸν Ἰὼϐ τῶν ἀφ’
ήλίου ἀνατολῶν, καὶ τῆς πατρίδος ἐκείνῳ κοινωνῶν,
ούκ ἀπελείφθη τῆς τοῦ ήθους μιμήσεως. Νῦν δὲ
πάσῃ τῇ οἰκουμένῃ ἐστὶ μάρτυς κοινὸς τῆς ὑφ’ ἡλίῳ
πολίτης · ληφθεὶς δὲ ἐκεῖθεν πρὸς όπλιτικοὺς κατα-

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.