PG 46, col. 813

πων ἔχει τὴν σύστασιν, ὡς μηδὲν εὑρεθῆναι τοῦ ἀν-
δρὸς ὑλικὸν μνημεῖον ἐκ τῆς τῶν ὑπολειφθέντων
περιουσίας καταχωννύον αὑτοῦ τὴν πρὸς τὸ κρεῖττον
ὑπόληψιν. Ὥσπερ ἐπὶ τοῦ Μωσέως ή ἱστορία λέγουσα
τοῦτο, ὅτι οὑχ εὑρέθη αὑτοῦ τάφος ἕως τῆς σήμερον
ἡμέρας. Ei οὗν τοιοῦτος άπὸ τοῦ λόγου ἡμῖν ἀναδέ-
δεικται ό Μέγας Βασίλειος, ὥστε μὴ πόρῤω τῶν
ἁγίων εἶναι αὑτὸν διὰ τοῦ βίου πρὸς ἕκαστον τῶν
μεγάλων παρατιθέμενον, καλῶς ἡμῖν ἡ ἀκολουθία τῶν
ἐορτῶν ἐπὶ τοῦτον ἄγει νῦν τὴν ἐνεστῶσαν παν-
ήγυριν. Ἀλλὰ μὴν διὰ τῶν κεχαρισμένων ἐκείνῳ
προσαγαγεῖν πρέπον ἂν εἴη τὴν μνήμην. Οὐκοῦν
σκεπτέον ὅπως διαθέντες τὴν ἑορτὴν, κεχαρισμένως
τῷ ἁγίῳ πανηγυρίσομεν. Ἀρά τις ἐπιζητήσει τὸν
ἐπιδεικτικὸν ἐπ’ αὑτοῦ καὶ κομπώδη τῶν ἐγκωμίων
τρόπον ; Πατρίδα καὶ γένος, καὶ τὴν ἐκ γονέων άνα-
τροφὴν, καὶ τὰ καθ’ ἕκαστον τοῦ βίου ἐπιτηδεύματα.
οἷς συνηυξήθη τε καὶ συνήκμασε , καὶ δι’ ὧν τὸ
περιφανές τε καὶ περίϐλεπτον ἔσχεν ἐν ἀνδράσι γε·
γονώς. Ἀλλά παρωθεῖται πᾶσαν τὴν κομπώδη ταὺο
την ὑψηγορίαν τὸ μέγεθος τῶν περὶ αὑτὸν θεωρου-
μένων καλῶν, ὅτι πρὸς τούναντίον ἐκϐαίνει τδ σπου-
δαζόμενον, τῷ μὴ εῖναι δύναμιν ἐν λόγοις τοιαύτην,
ἥτις τοῦ μεγέθους τῶν θαυμάτων πρὸς ἀξίαν ἐφ-
άψεται. Ὦς ἂν οὖν μὴ τῇ μικροφυῖᾳ τοῦ λόγου συγα-
καθαιρεθείη τὸ θαῦμα, καὶ τῆς ἐν ἑκάστῳ νῦν περὶ
αὑτοῦ-δόξης γένοιτό τις διὰ τῶν ἐπαινεῖν ἐπιχειρούν- C
των ἐλάττωσις. κρεῖττον ἂν εἴη τῇ σιωπῇ μᾶλλον
αὑξειν ἐν ἐαυτοῖς τὸ θαῦμα, ἢ διὰ τοῦ λόγου κατα-
σμικρύνειν τὸν ἔπαινον. Τί γὰρ ἄν τις τοιοῦτον εί-
πὼν, σεμνότερον αὑτὸν ἀπεργάσαιτο; Ἆρα δέξαιτο
ἂν ἐκεῖνος τὴν διὰ σαρκός τε καὶ αἵματος λεγομένην
εὖγένειανς Καὶ τίς οὑκ οἶδεν τοῦ μεγάλου τὴν περὶ
’τὴν σάρκα διάθεσιν. ῶς ἐναντίως πρὸς αὑτὴν εἶχεν,
καθάπερ ἀνδράποδόν τι δραπετικὸν ἀεὶ τοῖς ἐκ τῶν
λογισμῶν δεσμοῖς περιϐάλλων, καὶ διὰ τῆς ἀκροτά-
της κακοπαθείας τε καὶ ἐγκρατείας. μαστίξων τε καὶ
στρεϐλῶν τὸν μαστιγίαν ἐκεῖνον δοῦλον τὸ σῶμα, οἷόν
ne ἀπαραίτηέθς δεσπότης, οὐδεμίαν ἄνεσιν ἐνδιδοὺς⁸
τῷ δεσμώτῃ; Τὸν οὖν οὑτως ἔχοντα περὶ τὴν σάρκα,
διὰ τῆς σωματικῆς εὐεργεσίας άποσεμνύνειν, τῶν
ἀλογιιντάτων ἂν εῖη. Πῶς γὰρ ὑπὸ τούτου νῦν τιμη-
θήσεται, ᾧ παρὰ τὴν ζωὴν ἐπῃσχύνετος Ὁμοίως δὲ
καὶ τῆς πατρίδος ἡ μνήμη, τῷ περὶ τοῦ γένους συν-
ικϐάλλεται λόγῳ. Ὀ γάρ παντὸς ὑπερθεὶς ἐαυτὸν
τοῦ κόσμου, καὶ οἷον στενοχωρούμενος ἐν πάσῃ τῇ
αίσθητῇ τῶν στοιχείων φύσει, ῶς μηδέ τὸν οὐρανὸν
φέρειν ἑαυτοῦ ὑπερκείμενον · ἀλλ’ είς τὸ ἐπέκεινα
ῖεσθαι τῇ ψυχῇ, καὶ ὑπερκύπτοντα τὴν αἰσθητὴν τοῦ
κόσμου περιοχὴν ἀεὶ τοῖς νοητοῖς ἐμϐατεύειν, καὶ
συμμετεωροπορεῖν ταῖς θείαις δυνάμεσι, μηδὲν τῷ
σωματικῷ ἐφολκίῳ πρὸς τὴν τοῦ νοῦ πορείαν ἐμποδι·
ζόμενος ο πότε ἄν δέξαιτο μέρει τινὶ τῆς γῆς ἑαυτὸν
³⁸ Deut. xxxtv, ὃς

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.