PG 46, col. 854

In inglese: Funeral Oration on Meletius 1

εἰπεῖν. Καὶ γὰρ ἀκίνδυνον τὸ μακαρίζειν λοιπόν*
οὔτε φοϐοῦμαι τὸν φθόνον. Τί γάρ με χεῖρον ἐργά-
σεται; Οὐκοῦν γνῶτε τίς 6 ἀνήρ · Εὐγενὴς τῶν ἀφ’
ήλίου ἀνατολῶν, ἄμεμπτος, δίκαιος, ἀληθινὸς, θεοσε-
ϐὴς, ἀπεχόμενος άπὸ παντὸς πονηροῦ πράγματος.
Οὐ γὰρ δή ζηλοτυπήσει 6 μέγας Ἰὼϐ, εἰ ταῖς περὶ
αὐτοῦ μαρτυρίαις καὶ 6 μιμητὴς ἐκείνου ἐγκαλλωπί-
ζοιτο. ’Δλλ’ 6 τὰ καλὰ πάντα βλέπων φθόνος, εἶδε
καὶ τὸ ήμέτερον ἀγαθὸν πικρῷ τῷ ὀφθαλμῷ· καὶ 6
ἐμπεριπατῶν τῇ οἰκουμένῃ, καὶ δι’ ήμῶν περιεπάο
τησεν, πλατύ τὸ ῐχνος τῆς θλίψεως ταῖς εὐπραγίαις
ήμῶν ἐναπερείσας. Οὐ βοῶν καὶ προϐάτων ἀγέλας
διελυμήνατο· πλὴν εἰ μὴ ἄρα τις κατά τὸ μυστικὸν
είς τήν Ἐκκλησίαν μεταλάϐοι τὺ ποίμνιον. Πλήν οὐκ
ἐν τούτοις ἡμῖν παρὰ τοῦ φθόνου ή βλάϐη · οὐδὲ ἐν
ὄνοις καὶ καμήλοις τὴν ζημίαν εἰργάσατο· οὐδὲ
τραύματι σαρκὸς τὰς αἰσθήσεις ἐδρίμυξενο ἀλλ’
ἡμᾶς τῆς κεφαλῆς ἀπεσύλησε. Τῇ δὲ κεφαλῇ συν-
απῆλθε τά τίμια ἡμῶν αἰσθητήρια. Οὐκέτι ἐστὶν
ὀφθαλμὸς, 6 τὰ οὐράνια βλέπων, οὐδὲ ἀκοὴ, τῆς θείας
φωνῆς ἐπαῖουσα, οὐδὲ ἡ γλῶσσα ἐκείνη, τὸ άγνὺν
ἀνάθημα τῆς ἀληθείας. Ποῦ ή γλυκεῖα τῶν ὀμμάτων
γαλήνης Ποῦ τὸ φαιδρὸν ἐπὶ τοῦ χείλους μειδίαμα;
Ποῦ ή εὐπροσήγορος δεξιὰ, τῇ τοῦ στόματος εὐλογίᾳ
τοὺς δακτύλους συνεπισείουσα; Προάγομαι δὲ ὡς ἐπὶ
σκηνῆς ἀναϐοῆσαι τήν συμφοράνο Ἑλεῶ σε, ὦ Ἐκ-
κλησία⁹ πρὸς σὲ λέγω, τὴν Ἀντιόχου πόλιν. Ἑλεῶ
σε τῆς ἁθρόας ταύτης μεταϐολῆς. Πῶς ἀπεκοσμήθη
τὸ κάλλος; Πῶς άπεσυλήθη 6 κόσμοςς Πῶς ἐξαίφνης
άπῤῥύη τὸ ἄνθοςς Ὄντως ἐξηράνθη 6 χόρτος, καὶ τὸ-
άνθος ἐξέπεσεν. Τίς ὀφθαλμὸς πονηρὸς , τίς βασκα-
νία κακὴ κατὰ τῆς Έκκλησίας ἐκείνης ἐκώμασεν;
Οἷα ἀνθ’ οἴων ὴλλάξατοί Ἐξέλιπεν ἡ πηγὴ, ἐξηράνθη
6 ποταμός. Πάλιν εἰς αἷμα μετεωήθη τὸ ὕδωρ. Ὤ
δυστυχοῦς ἀγγελίας ἐκείνης, τῆς διαγγελλούσης τῇ
Ἐκκλησία τὸ πάθοςί τίς ἐρεῖ τοῖς τέκνοις, ὅτι
ἀπωρφανίσθησανς Τίς ἀπαγγελεί τῇ νύμφῃ, ὅτι
ἐχήρευσεν; Ὦ τῶν κακῶνι Τί ἐξέπεμψαν, καὶ τί
ὐποδέχονταις Κιϐωτὸν προέπεμψαν, καὶ σορὸν ὐπο-
δέχονται. Κιϐωτὸς ἦν, ἀδελφοὶ, 6 τοῦ Θεοῦ ἄνθρωπος.
κιϐωτὸς περιέχων ἐν ἐαυτῷ τὰ θεῖα μυστήρια·
ἐκεῖ ἡ στάμνος ή χρυσῆ πλήρης τοῦ θείου μάννα,
πλήρης τῆς οὐρανίου τροφῆς. Ἑν ἐκείνῃ αἱ πλάκες
τῆς διαθήκης, ἐν ’ταῖς πλαξὶ τῆς καρδίας ἐγγεγραμ-
μέναι πνεύματι Θεοῦ ζῶντος, οὐ μέλανι. Οὐδὲν γάρ
τῇ καθαρότητι τῆς καρδίας ζοφῶδες καὶ μέλαν ἐν-
εκέκαυτο νόημα. Ἐν ἐκείνῃ οἰ στύλοι, αἰ βάσεις, αἱ
κεφαλίδες, τὺ Θυμιατήριον, ή λυχνία, τὸ ἱλαστήριον,
οἱ λουτῆρες, τὰ τῶν εἰσόδων καταπετάσματα’ έν
ἐκείνῃ ή ῥάϐδος τῆς ἱερωσύνης, ή ἐν ταῖς χερσὶ ταῖς
ἐκείνου βλαστήσασα. Καὶ εἴ τι ἄλλο τὴν κιϐωτὸν
ἔχειν ἀκούομεν, πάντα τῇ ψυχῇ τοῦ ἀνδρὸς περιεί-
ληπτο.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.