PG 46, col. 960

I
RINII.
MACCIRIN vICINIS
Τὸ μὲν εἶδος τοῦ βιβλίοω, ὅσον ἐν τῷ τῆς προγρα-
φῆς τύπῳ, ἐπιστολὴ εἶναι δοκεῖ τὸ δὲ πλῆθος ὑπάρ
τὸν ἐπιστολιμαῖον ὅρον ἐστὶν, εἰς συγγραφικὴν μα-
κρηγορίαν παρατεινόμενον· ἀλλʼ ἀπολογεῖται ὑπερ
ἡμῶν ἡ σύνθεσις, ἦς ἔνεκεν γράψαι παρεκελεύσυ,
πλείων οὖσα, ἢ κατʼ ἐπιστολῆς συμμετρίαν. Πάντως
δὲ οὐκ ἀμνημονεῖς τῆς συντυχίας, ὅτε κατʼ εὐχὴν ἐν
Ἰεροσολύμοις ἐπιφοιτᾷν μέλλων, ἐφʼῷ τὰ σημεῖα τῆς
τοῦ Κυρίου διὰ σαρκὸς ἐπιδημίας ἐν τοῖς τύποις lδεῖν,
συνέδραμόν σοι, κατὰ τὴν Ἀντιόχου πόλιν καὶ παν-
τοίων ἀνακινουμένων ἡμῖν λόγων· οὐδὲ γὰρ εἰκὸς ἦν
ἐν σιωπῇ τὴν συντυχίαν εἶναι· πολλὰς τῷ λόγῳ τὰς
ἀφορμὰς τῆς σῆς συνέσεως ἐπιβαλλούσης.
Οἶα δὲ φιλεῖ πολλάκις ἐν τούτοις γίνεσθαι, εἰς μνή-
μην βίου τινὸς εὐδοκίμου προῆλθε ῥέων ὁ λόγος·
γυνὴ δὲ ἦν ἡ τοῦ διηγήματος ἀφορμή· εἴπερ γυνή·
οὐκ οἶδα γὰρ εἰ πρέπον ἐστὶν ἐκ τῆς φύσεως αὐτὴν
ὀνομάζειν, τὴν ἄνω γενομένην τῆς φύσεως. Τὸ δὲ
διήγημα ἡμῖν οὐκ ἐξ ἀκοῆς ἐτέρων διηγημάτων τὸ
πιστὸν εἶχεν ἀλλʼ ὧν ἡ πεῖρα διδάσκαλος ἦν, ταῦτα
διʼ ἀκριβείας ἐπεξῇει ὁ λόγος, εἰς οὐδὲν ἀκοὴν ἀλλο-
τρίαν ἐπιμαρτυρούμενος. Οὐδὲ γὰρ ξένη τοῦ γένους
ἡμῶν ἡ μνημονευθεῖσα παρθένος, ὡς ἀνάγκην εἶναι
διʼ ἐτέρων γινώσκειν τὰ κατʼ ἐκείνην θαύματα, ἀλλʼ
ἐκ τῶν αὐτῶν ἡμῖν γονέων, ὥσπερ τις ἀπαρχὴ καρ-
πῶν, πρώτη τῆς μητρώας νηδύος ἀναβλαστήσασα.
Ἐπεὶ οὖν ἐδοκίμασας φέρειν τι κέρδος τὴν τῶν ἀγα-
θῶν ἱστορίαν ὡς ἄν μὴ λάθοι τὸν κατὰ ταῦτα χρό-
νον ὁ τοιοῦτος βίος, μηδὲ ἀνωφελὴς παραδράμοι διὰ
σιωπῆς συγκαλυφθεῖσα ἡ πρὸς τὸν ἀκρότατον τῆς
ἀνθρωπίνης ἀρετῆς ὅρον ἑαυτὴν διὰ φιλοσοφίας ἐπ-
ἀρασα, καλῶς ἂν ἔχειν ᾠήθην, σοί τε πεισθῆναιι, κεὶ
διʼ ὀλίγων, ὡς ἂν οἶός τε ὦ, τὰ κατʼ αὐτὴν ἱστορῆσαι.
ἐν ἀκατασκεύῳ τε καὶ ἀπλῷ διηγήματι.

Testo OCR da scansione; possono restare errori di lettura.

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.