PG 46, col. 965
χερσὶ πολλάκις τῇ μητρὶ παρασκευάζειν τὸν ἄρτον.
Ὅπερ οὑ κατὰ τδ προηγούμενον αὑτῇ διεσπουδάσθη.
Ἀλλ’ ἐπειδὴ ταῖς μυστικαῖς ὑπηρεσίαις τάς χεῖρας
ἑαυτῆς ἔχρισε, πρέπειν ἡγησαμένη τῷ ἐπιτηδεύματι
τοῦ βίου τὴν περὶ τοῦτο σπουδὴν, ἐκ τοῦ περιόντος
τῇ μητρὶ παρεχορήγει τὴν ἐκ τῶν οἰκείων πόνων
τροφήν. Καὶ οὑ τοῦτο μόνον, ἀλλά καὶ πᾶσαν αὑτῇ
συνδιῳκονὸμει τὴν ἐπικειμένην φροντίδα. Τεσσάρων
γάρ υίῶν ἦν μήτηρ, καὶ πέντε θυγατέρων, καὶ τρι-
σὶν ἄρχουσιν ὑπετέλει, διὰ τὸ ἐν τοσούτοις ἔθνεσιν
αὐτῆς κατεσπάρθαι τὴν κτῆσιν.
Ποικίλως τοίνυν τῆς μητρὸς ταῖς φροντίσι διὰ
τοῦτο μεριζομένης ο ἢδη γὰρ 6 πατὴρ ἐξεληλύθει τὸν
βίονο ἐν πᾶσι τούτοις κοινωνὸς ἦν τῇ μητρὶ τῶν
πόνων, συνδιαιρουμένη τὰς φροντίδας , καὶ τὺ βαρὺ
τῶν ἀλγηδόνων ἐπικουφίζουσα · καὶ ὁμοῦ μὲν τῇ
παιδαγωγίᾳ τῆς μητρὸς ἄμωμον διεφύλασσεν ἑαυτῇ
τὸν βίον ἐν μητρῲοις ὀφθαλμοῖς διαπαντὸς εὐθυνό-
μενόν τε καὶ μαρτυρούμενον ο ὁμοῦ τε παρέσχε πρὸς
τὸν ἴσον σκοπὸν, τὸν κατὰ φιλοσοφίαν λέγω, μεγάλην
τῇ μητρὶ διὰ τοῦ βίου ἑαυτῆς τὴν ὑφήγησιν, κατ’
ὀλίγον αὑτὴν πρὸς τὴν άῦλόν τε καὶ τελειοτέραν ζωὴν
ἐφελκομένη. Καὶ ἐπειδὴ τά κατά τάς ἀδελφὰς πρὸς
τὸ δοκοῦν ἑκάστῃ μετ’ εὐσχημοσύνης ἡ μήτηρ ᾠκονο-
μήσατο, ἐπάνεισιν ἐν τούτῳ τῶν παιδευτηρίων πολλῷ
χρόνῳ προσασκηθεὶς τοῖς λόγοις, 6 πολὺς Βασίλειος,
6 ἀδελφὸς τῆς προειρημένης. Λαϐοὖσα τοίνυν αὑτὸι
ὑπερφυῶς ἐπηρμένον τῷ περὶ τοὺς λόγους φρονήματι,
καὶ πάντα περιφρονοῦντα τά ἀξιώματα, καὶ ὑπὲρ
τοὺς ἐν τῇ δυναστείᾳ λαμπροὺς ἐπῃρμένον τῷ ὄγκῳ,
τοσούτῳ τάχει κάκεῖνον πρὸς τὸν τῆς φιλοσοφίας
σκοπὸν ἐπεσπάσατο , ὥστε ἀποστάντα τῆς κοσμικῆς
περιφανείας, καὶ ὑπεριδόντα τοὺ διὰ τὸν λόγον θαυ-
μάζεσθαι, πρὸς τὸν ἐργατικὸν τουτονὶ καὶ αὐτόχειρα
βίον αὐτομολῆσαι, διὰ τῆς τελείας ἁκτη μοσύνης, άνο
εμπὸδιστον ἐαυτῷ τὸν είς ἀρετὴν βίον παρασκευά-
ζοντα. Ἀλλ’ 6 μὲν ἐκείνου βίος, καὶτὰ ἐφεξῆς ἐπιτη-
δεύματα, δι’ ὧν ὀνομαστὸς ἐν πάσῃ τῇ ὑφ’ ἥλιον γε·
νόμενος, ἀπέκρυψε τῇ δόξῃ πάντας τοὺς ἐν ἁρετῇ
διαλάμψαντας, μακρᾶς ἂν εῐη συγγραφῆς καὶ χρόνου
πολ-λοῦ · ἐμοὶ δὲ πρὸς τὸ προκείμενον πάλιν 6 λόγος
τετράφθω. Ἐπειδὴ γὰρ πάσης ὑλωδεστέρας ζωῆς
ὑπόθεσις ήδη αὐτῆς περικέκοπτο, πείθει τὴν μητέρα
καταλιποῦσαν τὸν ἐν ἔθει βίον, καὶ τὴν κομπωδεστέ-
ραν διαγωγὴν, καὶ⁵ τὰς ἐκ τῶν ὑποχειρίων θεραπείας,
αἷς προείθιστο κατά τὸν ἔμπροσθεν χρόνον , ὁμότιμον
⁸γενέσθαι τοῖς πολλοῖς τῷ φρονήματι , καὶ καταμῖξαι
τὴν ίδίαν ζωὴν τῇ μετὰ τῶν παρθένων διαγωγῇ,
ὅσας εἶχε μεθ’ ἑαυτῆς ἐκ δουλίδων, καὶ ὑποχειρίων ἀδελφάς, καὶ ὁμοτίμους ποιησαμένη · μᾶλλον δὲ μικρόν
τι βούλομαι παρενθεῖναι τῷ διηγήματι, καλ⁵ μὴ παραδραμεῖν ἀνιστόρητον πρᾶγμα τοιοῦτον, δι’ οὗ μᾶλλον τὸ
ὑψηλὸν τῆς παρθένου καταμηνύεται.
Ἦν τῶν τεσσάρων ἀδελφῶν, 6 δεύτερος μετὰ τὸν
μέγαν Βασίλειον, Ναυκράτιος ὄνομα, φύσεως εὐκλη-
pia, καλ⁸ σώματος κάλλει, καὶ ῥώμῃ, καὶ τάχει, καί
τῇ πρὸς πᾶν ἐπιτηδειότητι διαφέρων τῶν ἄλλων.