PG 46, col. 975
νέσθαι τῆς εὐλογίας ἀπόκληρον , καὶ διαφερόντως
τοὺς παρόντας αὐτῇ τῷ Θεῷ διὰ προσευχῆς παρα·-
θεμένη. Παρακαθημένων γὰρ αὐτῇ κατά τὸ πλάγιον
ἐφ’ ἑκάτερα τῆς κλίνης τῶν δύο τούτων , ἑκατέρᾳ
χειρὶ ἐφαψαμένη τῶν τέκνων , ταῦτα πρὸς τὸν Θεὸν
εἶπεν ὲν τελευταίαις φωναῖς· ι Σοὶ, Κύριε, καὶ ἀπάρ-
χομαι , καὶ ἀποδεκατῶ τὸν καρπὸν τῶν ὠδίνων.
Ἀπαρχή μοι ή πρωτότοκος αῦτη, καὶ ἐπιδέκατος
οὗτος ἡ τελευταία ὠδίς. Σοὶ δὲ ἀφιέρωται παρὰ τοῦ
νόμου ἑκάτερα, καὶ σά ἐστιν ἀναθήματα. Οὐκοῦν ἔλ-
θοι ὁ ἁγιασμὸς ἐπί τε τὴν ἀρχήν μου ταύτην, καὶ Β
ἐπὶ τὸ ἐπιδέκατον τοῦτο ο i δείξασα ταῖς ὲπιδεικτικαῖς
φωναῖς τὴν θυγατέρα καὶτὸν παῖδα. Ἦ μὲν οὖν
τοῦ εὐλογεῖν παυσαμένη, καὶ τοῦ ζῇν ὲπαύσατο, τοῖς
παισίν ὲπισκήψασα τὸ τῇ πατρῴᾳ σορῷ καὶ τὸ ἐκεί-
νης ἐναποθὲσθαι σῶμα. Οί δὲ πληρώσαντες τὸ δια-
τεταγμένον, ὑψηλότερον εἴχοντο τῆς φιλοσοφίας,
ἀεὶ πρὸς τὸν ἴδιον διαμιλλώμενοι βίον, καὶ τά
φθάσαντα τῶν κατορθωμάτων τοῖς ἐφεξῆς ἀπο-
κρύπτοντες.
Ἓν τούτῳ ὁ πολὺς ὲν ἁγίοις Βασίλειος τῆς μεγά-
λης Καισαρέων Ἐκκλησίας ἀνεδείχθη προστάτης ο ὃς
ἐπὶ τὸν κλῆρον τῆς ὲν τῷ πρεσϐυτερείῳ ἱερωσύνης
τὸν ἀδελφὸν ἄγει, ταῖς μυστικαῖς ἑαυτοῦ ἱερουρ-
γίαις ἀφιερώσας. Καὶ ἐν τούτῳ πάλιν αὐτοῖς ἐπὶ τὸ
σεμνότερόν τε καὶ ἀγιὼτερον προῄει ό βίος , τῇ ἱερω·
σόνῃ τῆς·φιλοσοφίας ὲπαυξηθείσης. Ὀκτὼ δὲ μετά
τοῦτο διαγενομένων ἐτῶν , τῷ ὲννάτῳ ἐνιαυτῷ , ό
κατά πᾶσαν τὴν οἰκουμένην ὀνομαστὸς Βασίλειος, ἐξ
ἀνθρώπων πρὸς τὸν Θεὸν μετοικίζεται , κοινὴ πέν-
θους ἀφορμὴ τῇ πατρίδι καὶ τῆ οἰκουμένῃ γενόμε-
νος. Ἠ δὲ πόρρωθεν ὲκ φήμης ἀκούσασα τὴν συμ-
φορὰν, ἔπαθε μὲν τὴν ψυχὴν ἐπὶ τῇ τοσαύτῃ ζημίᾳ
(πῶς γὰρ οὐκ ἔμελλεν ἅπτεσθαι κάκείνης τὸ πάθος,
οῦ καὶ οἱ ἐχθροὶ τῆς ἀληθείας ὲπῄσθοντο; )’ καθάπερ
δὲ τὴν τοῦ χρυσοῦ φασι δοκιμασίαν ἐν διαφόροις γί-
νεσθαι χωνευτηρίοις , ὼς εἴ τι τὴν πρώτην διαφύγοι
χωνείαν , ὲν τῇ δευτέρα διακριθῆναι, καὶ πάλιν ὲν
τῇ τελευταίᾳ. πάντα τὸν ὲμμεμιγμένον ῥύπον τῇ ῦλῃ
ἀποκαθαίρεσθαι · τὴν δὲ ἀκριϐεστέραν εἶναι βάσανον
τοῦ δοκίμου χρυσοῦ , διὰ πάσης διεξελθὼν χωνείας
μηδένα ῥύπον ἀποποιήσειε’ τοιοῦτόν τι καὶ ἐπ’
ἐκείνης συνέϐη · ταῖς διαφόροις τῶν λυπηρῶν προσο
ϐολαῖς τῆς ὑψηλῆς διανοίας βασανισθείσης , πανταο·
χὸθεν ἀναδειχθῆναι τὸ τῆς ψυχῆς ἁκιϐδήλευτόν τε
καὶ ἀταπείνωτον. Πρότερον μὲν ὲν τῇ τοῦ ἀδελφοῦ
τοῦ ἄλλου μεταστάσει · μετὰ ταῦτα δὲ ὲν τῷ χωρισμῷ
τῆς μητρός ⁸ ὲκ τρίτου δὲ , ὅτε τὸ κοινὸν τῆς-γενεᾶς καλὸν, ό μέγας Βασίλειος, τῆς ἀνθρωπίνης ζωῆς ἐχω-
ρίζετο. Ἔμεινε τοίνυν, καθάπερ τις ἀθλητὴς ἀκαταγώνιστος, οὐδαμοῦ τῇ προσϐολῇ τῶν συμφορῶν ἀπο-
κλάσασα.
3
Ἔννατος ἦν μετὰ τὸ πάθος τοῦτο μὴν, ἢ μικρὸν
η ὑπὲρ τοῦτο , καὶ σύνοδος ἐπισκόπων κατὰ τὴν Ἀντιό-
χου πόλιν ἡθροίζετο , ἦς καὶ ἡμεῖς μετέσχομεν. Καὶ
ἐπειδὴ πάλιν πρὸς τὴν ἑαυτοῦ ἕκαστος ἀπελύθημεν,