PG 47, col. 511

προσήκοντα διά πάσης φλυαροῦσιν ἡμέρας· ἐπειδὴ
γὰρ ὁρῶσι τερπομένους τοῖς ἀκολάστοις τούτοις ἦθεσι
καὶ ῥήμασι, πάντα ἐπιτηδεύουσι, δι’ ὧν κατέχειν
αὐτοὺς αἰχμαλώτους δυνήσονται. Ἀλλ’ ἂν θελήσωμεν
μικρὸν ἀνενεγκόντες ήμῶν αὐτῶν γενέσθαι, ἐκείνας
τε κερδανοῦμεν καὶ ἡμᾶς αὐτοὺς καὶ τοὺς ἄλλους
ἅπαντας · καὶ ῶσπερ νῦν τῆς τῶν πολλῶν ἀπωλείας
κατέστημεν ὑπεύθυνοι, οὕτω τότε τῆς πάντων σωτη-
ρίας ἀποληψόμεθα τὸν μισθὸν, καὶ ὧν ἀπολαύομεν
νῦν αἰσχρῶν, τότε μετὰ πολλῆς ἀπολαύσομεν τῆς
τιμῆς. Τί γάρ, εἰπέ μοι. βούλει τιμᾶσθαι παρά γυ-
ναικῶν; Μάλιστα μὲν ἀνάξιον τοῦτο ἀνδρὸς πνευμα-
τικοῦ τὸ τιμῆς τοιαύτης ἐρᾷν · πλὴν ἀλλά καὶ τοῦτο
τότε παρέσται, ὅταν μῆ ζητῶμεν αὑτό. Πέφυκε γάρ
ἄνθρωπος τῶν μὲν θεραπευόντων ὑπερορᾷν , τοὺς δὲ
μὴ κολακεύοντας θαυμάζειν · τὸ δὲ πάθος τοῦτο πλέον
ἡ γυναικεία φύσις ὑπομένειν εἴωθεν. Ἀφόρητός τε
γάρ ἐστι κολακευομένη, θαυμάζεται δέ μάλιστα πάν-
των τοῦς οὐκ ἀνεχομένους εἴκειν καὶ ύποκλίνεσθαι
ταῖς ἀκαίροις αὐτῆς ἐπιθυμίαις · καὶ τοῦτο ὑμεῖς
μοι μαρτυρήσετε. Νῦν μέν γάρ οὐχ οἱ ἔξωθεν μόνον,
ἀλλά καὶ αιῖιταλ⁵ καταγελῶσιν ὑμῶν αἱ συνοικοῦσαι,εί
καὶ μὴ φανερῶς, ἀλλ’ ἐν τῷ συνειδότι, καὶ ἐγκαλλωο
πίζονται τῆ χαλεπῇ ταύτῃ τυραννίδι · τότε δὲ θαυμά-
σονται πάντας ὑμᾶς, καὶ ἐκπλαγήσονται τὴν ἐλευ-
θερίαν ύμῶν. Et δὲ ἀπιστεῖτε τοῖς ἡμετέροις λόγοις,
αὑτὰς ἔρεσθε ἐκείνας, τίνας μᾶλλον ἐπαινοῦσι καὶ
ἀποδέχονται, τοὺς δουλεύοντας , ἢ τοὺς κρατοῦντας
αὐτῶν · τοὺς ὑποκειμένους καὶ πάντα ποιοῦντας καὶ
πάσχοντος διά τὴν είς ἐκείνας χάριν , ἢ τοὺς ούδέν
τούτων ἀνεχομένους, ἀλλά ἐπαισχυνομένους αὐτῶν
τοῖς πονηροῖς ἐπιτάγμασι· κᾶν ἐθελήσωσιν εἰπεῖν
τάληθὲς, πάντως ἐκείνους ἐροῦσι· μᾶλλον δὲ οὑδέ ἀπο-
κρίσεως χρεία, τῶν πραγμάτων τοῦτο βοώντωνι Ἀλλ’
¹ἡδονῆς ἐνεκεθ ό συνοικῶν πλεονεκτεῖ, τοὺς ὀφθαλμοὺς
εύωχῶν ταῖς τῶν παρθένων ὄψεσι. Μάλιστα μὲν εί
καὶ τοῦτο οὕτως εἶχε, δι’ αὐτὸ μέν οῦν τοῦτο φυγεῖν
ἐχρῆν· νῦν δὲ ύμῖν ίκανῶς ἀποδέδεικται, ὅτι οὐχ
ἡδὺ τὸ τοιοῦτον, ἀλλά τούναντίον, τὸ μὴ ταύτης ἀπο-
λαύειν τῆς θεωρίας · σὺ δέ μοι προστίθει καὶ τήν ἀπὸ
τοῦ συνειδότος εὐφροσύνην.
Οὐδὲν γάρ ἡμᾶς οὕτως εὐφραίνειν εἴωθεν, ὡς συνειαι
δὸς χρηστὸν, καὶ ἐλπίδες ἀγαθαί. Ἀλλ’ ἀναπαύσεως
ἕνεκεν τοῦτο ἐπιζητεῖς; Ἀλλ’ ἀποδέδεικται καὶ⁸ τοῦτο
εὐκολώτερον ὃν, ὅταν ἀδελφὸς συνοικῇ. Νῦν μὲν γὰρ
οῦδὲν δούλου διενήνοχας, καὶ ζητῶν ἀνάπαυσιν δουλείαν
εὗρες χαλεπωτάτην· τότε δὲ ταύτης ἐκτὸς ἕστηκας τῆς
λειτουργίας, καὶ τῶν ἐπιταττόντων, οὑ τῶν ἐπι-
τασσομένωῦ ἔσῃ. Ὅταν οῦν ἐκεῖ μένκάνθ’ ήδονῆς
λύπη, καὶ ἀντὶ δόξης αἰσχύνη, καὶ ἀντὶ ἐλευθερίας
δουλεία, καὶ πόνος ἀντὶ ἀναπαύσεως · πρόσκειται δὲ
καὶ τὸ βλασφημεῖσθαι τὸν Θεὸν, καὶ ἀπώλεια το-
σαύτη, καὶ, σκάνδαλα, καὶ κόλασις ἀθάνατος, καὶ
μυρίων ἔκπτωσις ἀγαθῶν · ἐνταῦθα δὲ τάναντία
ἅπαντα, δόξα, τιμὴ , ἡδονὴ, παρρησία, ἐλευθερία ,
σωτηρία ψυχῶν, βασιλείας κληρονομία, κολάσεως
ἀπαλλαγὴ, τίνος ἐνεκεν οὐκ ἀνταλλαξόμεθα ταῦτα
ἐκείνωνς Ἐγὼ μὲν οὐκ οῖδα, πλὴν εῖ τις ἐαυτὸν
ἁπλῶς ἀπολλύναι ἐπιθυμοίη· οὐδὲ γὰρ ἀπολογία
ἔσται ἡμῖν λοιπδν οὐδὲ συγγνώμη. Εἰ γάρ καὶ μηδε-
νὸς [246] ὄντος τούτων, πάντα ὑπομένειν ἐχρῆν ὑπὲρ
⁸ εινιι. αἰδοῦς, flore]. ὀδοῦ.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.