PG 47, col. 512

Οὐκ ἐστιν οὐδείς.
ιβ’. Ταῦτα οὖν ἅπαντα συναγαγόντες πρὸς ἑαυτοὺς,
καταλλαγῶμεν ὀψὲ γοῦν ποτε τῇ σωτηρίᾳ τῶν ἡμεο
τέρων ψυχῶν. Ei δὲ δοκεῖ τινα δυσκολίαν ἐχειν τὸ
συνήθειαν ἀποσπασθῆναι μακρὰν, τῇ δυνάμει τοῦ
λογισμοῦ μετά τῆς τοῦ Θεοῦ χάριτος δ τὸ πᾶν ἐπι-
τρέψαντες, κάκεῖνο πείσαντες ἐαυτοὺς, ὅτι, ἂν ἀρ-
χὴν μόνον ἐπιθῶμεν τῷ πράγματι, οὐκ ac“ ἀψό-
μεθα δυσχερές · οὕτω κατατολμήσομεν τῆς συνηθείας.
Ἂν γάρ δέκα ἡμέρας σαυτὸν ἀποστήσῃς, εὐκολώ-
τερον τάς εἴκοσιν οἴσεις, καὶ δὶς τοσαύτας πάλιν ο
εἶτα ὀδῷ προϐαίνων οῦδέ αἴσθησιν λήψῃ λοιπὸν
τῆς ἐν ἀρχῇ δυσκολίας, ἀλλά τὸ σφόδρα δυσκατ-
αγώνιστον εὐκολώτατον ὄψει γινόμενον, καὶ είς ἐτέ-
ραν πάλιν καταστήσεις σεαυτὸν συνήθειαν, καὶ ρᾳο
δίαν εὑρήσεις τὴν μετάθεσιν οὖσαν ού διά συνήθειαν
μόνον, ἀλλά καὶ διὰ τὰς χρηστὰς ἐλπίδας. υῦτω σε
κάκεῖναι θαυμάσονται μειζόνως, καὶ ό Θεὸς ἀποδέ-
ξεται πρὸ ἐκείνων, καὶ πάντες ἄνθρωποι στεφανῶν
σουσι, καὶ⁸ βίον βιώσῃ πολλὴν μὲν ἔχοντα ἐλευθε-
ρίαν, πολλὴν δὲ τὴν ἡδονήν. Τί γὰρ ἂν γένοιτο
ἥδιον τοῦ τοῦ πονηροῦ συνειδότος ἀπαλλαγῆναι, καὶ
τὸν διηνεκῆ τῆς ἐπιθυμίας καταλῦσαι πόλεμον, καὶ
μετά πολλῆς τῆς εὐκολίας τὸν καλὸν τῆς σωφρο-
σύνης πλέκειν στέφανον, καὶ ἐλευθέροις μὲν ὀφθαλ-
μοῖς πρὸς τὸν οὐρανὸν βλέπειν, καθαρᾷ δέ φωνῇ
καὶ καρδία⁵ τὸν ἁπάντων Δεσπότην καλεῖν; Οὐδεὶς
οὕτω δεσμώτης ἁλύσεως ἀπαλλαγεὶς καὶ αὐχμοῦ
καὶ τῆς ἄλλης τῆς ἐν τῷ δεσμωτηρίῳ ταλαιπωρίας.
μᾶλλον δέ οὐδεὶς οὕτω τάς ὄψεις πεπηρωμένος
ἀναϐλέψας, καὶ τὸ γλυκὺ τοῦτο φῶς ίδὼν ἀγάλλεται
καὶ γάννυται καὶ σκιρτᾷ, ῶς ὁ τῆς δουλείας ταύτης
ἐλευθερωθῆναι δυνηθείς. Καὶ γάρ τοῦ φωτὸς γλυε
κυτέρα πολλῴ τῆς τυραννίδος ταύτης ἡ ἀπαλλαγὴ,
καὶ ζόφου παντὸς τούτου χαλεπωτέρα τῆς δουλείας
ἐκείνης καὶ τῶν δεσμῶν ή ταλαιπωρία. Ἀλλά γὰρ
τί χρὴ ταῦτα μηκύνειν ἐκατέρου βίου; τοῦ μὲν τὴν
ἀνελευθερίαν καὶ τὴν ἀθυμίαν καὶ τὴν βλάϐην καὶ
τὴν πολλὴν τηκεδόνα, τοῦ δὲ τὴν ἐλευθερίαν καὶ την
ἡδονὴν καὶ τὴν ὠφέλειαν καὶ τὴν πολλὴν παραδε-
κνύντος σωφροσύνηνς λόγος γάρ οὐδεὶς αὑτά παρα·
στῆσαι δυνήσεται, μόνη δὲ τῶν πραγμάτων ή πεῖρα.
Καὶ τότε εἴσεσθε καλῶς τίνων μὲν ἀπηλλάγητε
κακῶν, ποίας δέ ἐπετύχετε ζωῆς, ὅταν ήμῖν διὰ τῶν
πραγμάτων βουληθῆτε πεισθῆναι· πεισθήσεσθε τοίο
νυν, ὅταν διά τῶν ἐργων αὐτῶν τά εἰρημένα μάο
θητε. Εἰ δὲ ἐτι δυσανασχετεῖτε, καὶ τοῖς ἡμετέροις
ἀπιστεῖτε λόγοις, ἔρεσθέ τινας τῶν ταύτην ποτέ
δουλευσάντων τὴν δουλείαν, εἶτα ἀθρόον ἀπαλλαγέν-
των, καὶ πρὸς τὴν καλὴν ἀναδραμόντων ἐλευθερίαν,
καὶΙ τότε γνώσεσθε τῆς παραινέσεως ταύτης τὸ
κέρδος. Ἐπεὶ καὶ ὁ Σολομὼν ἡνίκα μὲν τῇ τῶν
βιωτικῶν ἐπιθυμίᾳ πραγμάτων κατείχετο, μεγάλα
τε αύτά ἐνόμιζεν εἶναι καὶ θαυμαστὰ, καὶ πολλὴν
περὶ αύτά τὴν φιλοπονίαν ἐπεδείκνυτο, λαμπράς τε
οἰκοδομούμενος οἰκίας, καὶ χρυσίον συνάγων ἀπει-
ρον, μουσικῶν τε χοροὺς καὶ τραπεζοποιῶν γένη
παντοδαπά [247] καὶ μαγείρων πάντοθεν συναθροί-
ζων, καὶ τὴν ἀπὸ τῶν κήπων χάριν, καὶ τὴν ἀπὸ
τῶν λαμπρῶν σωμάτων ἡδονὴν δαψιλῶς παρασκευά-
ζων τῇ τῆς ψυχῆς ἐπιθυμίᾳ, καὶ πᾶσαν, ῶς είπεῖν,
δ Snvil. μιτά τὴν τοῦ Θεοῦ χάριν

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.