PG 53, col. 565

εἰσφέρων αὐτὸς, μεγάλων καί⁹ σφόδρα μεγάλων ἀξιοῦ-
ται καὶ νικώντων τὴν ἀνθρωπίνην φύσιν. Εἶδες τοίνυν
τοῦ δικαίου τὴν ὐπομονήνς Ὅρα πάλιν μετὰ τὴν ἐκεῖθεν
ἐπάνοδον τῆς ταπεινοφροσύνης αὐτοῦ τὸ μέγεθος καὶ τὴν
ἐπιείκειαν τὴν πολλήν. Ἐπειδὴ γὰρ ἐπανῆλθεν ἀπὸ
τῆς Αἰγύπτου εὐπορίαν πολλὴν κτησάμενος (οὐκ
αὐτὸς δὲ μόνος, ἀλλά καὶ 6 ἀδελφιδοῦς ἠκολούθει),
οὐκ ἐχώρει , φησὶν , αὐτοὺς ἠ γῆ κατοικεῖν
ἅμα, ὅτι ἦν τὰ ὑπάρχοντα αὐτῶν πολλὰο ὅθεν
καὶ μάχη συνέϐη γενέσθαι μεταξὺ τῶν ποιμένων τοῦ
Λώτ καὶ τοῦ Ἀϐραμο Ἀλλ’ ό δίκαιος οὗτος δεικνὺς αὐ-
τοῦᾼτὺ ἥμερον τῆς ψυχῆς καὶτῆς φιλοσοφίας τὴν ὑπερ-
ϐολὴν, καλέσας τὸν Λὼτ, φησί πρὸς αὐτόν · Μὴ ἔστω
μάχη ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, καί τῶν ποιμένων
μου καί τῶν ποιμένων σου, ὅτι ἄνθρωποι ἀδελφοί
ἡμεῖς ἐσμενο μονονουχὶ λέγων πρὸς αὐτόν· οὐδὲν εἱρήο
γης ἰίιόν⁸ οὐδὲν φιλονεικίας βαρύτερον. 'Iv‘ οῦν πᾶσαν
μάχης ὑπόθεσιν ἐκποδὼν ποιησώμεθα, ἐλοῦ ὴν ἀν βουλη-
θῇς χώραν’ κατάλιπε δέ μοι τὴν λειπομένην, ὑπὲρ τοῦ
πάσης ήμᾶς ἔριδος καὶ φιλονεικίας ἐκτὸς γενέσθαι. Εἶδες
ἀνδρὸς ἀρετήν; Παρεχώρησε τῷ νέῳ τῶν πρωτείων τὴν
ὲκλστὴν, καὶ ἔστερξε τὴν φαυλοτάτην χώραν. Ἀλλ’ δρα
πάλιν ἐπειδὴ τὰ παρ’ ἑαυτοῦ ἐπεδείξατο, πόσης ἀπολαύει
τῆς ἀμοιϐῆς. Εὐθέως γάρ τοῦ χωρισμοῦ γενομένου,φησὶ
πρὸς αὐτὸν 6 Θεὸς μετά τὸ διαχωρισθῆναι τὸν Λώτο Ἁνα-
ϐλέψας τοῖς ὀφθαλμοῖς σου ἴδε πᾶσαν τὴν γῆν ἐξ
ἐκατέρου τοῦ μέρους, ὅτι πᾶσαν, ἢν σὺ ὁρᾷς , σοι
δώσω αὐτὴν καὶ τῷ σπέρματί σου ἕως αἰῶνος. Σκό-
πει πόσης ἀξιοῦται τῆς φιλοτιμίας διὰ τὴν ταπεινοφρο⁶
σύνην, ἢν ἐπεδείξατο πρὸς τὸν ἀδελφιδοῦν· καὶ αὐτὸς μὲν
μικρῶν παραχωρήσας, πολὺ μειζόνων ἠξιώθη, ἐκεῖνος
δὲ τοῖς πρωτείοις ἐπιπηδήσας, μετ’ οὐ πολὺ εἰς κινδύνους
ἐνέπιπτεο καὶ οὐ μόνον οὐδὲν ἀπώνατο τῆς ἐκλογῆς, ἀλλά
καὶ αἰχμάλωτος καὶ ἄοικος καὶ ἀνέστιος ἀθρόον ἐγίνετο,
καὶ δι’ αὐτῶν τῶν πραγμάτων ἐδιδάσκετο καὶτοῦ δικαίου
τὴν ὑπερϐάλλουσαν ἀρετὴν, καὶ⁹ αὐτὸς ἐπαιδεύετο λοιπὸν
μηδὲν τοιοῦτόν ποτε διαπράττεσθαι. Ἐπειδὴ γὰρ τὴν ἐν
Σοδόμοις οἴκησιν ἐποιήσατο 6 Λὼτ, εὐθέως πόλεμος ἀνερ-
ριπίσθη χαλεπὸς, καὶ οἰ τῶν προσοικούντων ἐθνῶν βα-
σιλεῖς ἐπιστάντες μετὰ πολλῆς τῆς δυνάμεως πᾶσαν τὴν
χώραν ἄρδην ἀπώλεσαν, τοὺς γίγαντας ἀνελόντες, καὶ
τοὺς Ἀμαληκίτας ἀπωσάμενοι, καὶτὸν τῶν Σοδόμων
βασιλέα καί¹ Γομόρρας εἰς φυγὴν τραπῆναι παρεσκεύασαν,
καὶ πᾶσαν κατέσχον τὴν ὀρεινὴν, καὶ τὴν ἵππον τοῦ βα-
σιλέως Σοδόμων ἀναλαϐόντες, καὶ τὸν Λὼτ αίχμαλωτεύ-
σαντες καὶ τὰς γυναῖκας μετὰ πάσης τῆς ἀποσκευῆς,
οὕτως ἐπανῄεσαν.
γ’. ί 566] Ἀλλ’ δρα πάλιν Θεοῦ κηδεμονίαν πολλήν. Ὁμοῦ
καὶ τὸν Λὼτ τῆς αἰχμαλωσίας ἐλευθερῶσαι βουλόμενος,
καὶ τὸν πατριάρχην περιφανέστερον ἐργάσασθαι, διεγεί-
ρει τὸν δίκαιον πρὸς ἀντίληψιν τοῦ ἀδελφιδοῦ. Πυθόμενος
γὰρ τὸ γεγονὸς, μετά τῶν οἰκογενῶν ὁρμήσας ἐπὶ τοὺς
βασιλεῖς ἐκείνους, αὐτούς τε μετά πολλῆς εὐκολίας ἐπά-
uas, καὶ τὸν Λὼτ, καὶ τὰς γυναῖκας, καὶ τὴν ἵππον πᾶ
σαν τοῦ βασιλέως ἐπανήγαγε, λαμπρὰ τά τρόπαια ἐργα-
σάμενος, καὶ πᾶσι κατάδηλον ποιῶν τὴν περὶ εὐτδν τοῦ
Θεοῦ εὔνοιαν, καὶ ὅτι οὐκ οἰκεία δυνάμει τὴν τοσαύτην
εἰργάσατο τροπὴν, ἀλλά τῇ ἀνωθεν βοηθείᾳ τειχιζόμε..
νος. Καὶ λοιπὸν ἔσπευδε δι’ αὐτῶν τῶν πραγμάτων διδά-

Testo OCR da scansione; possono restare errori di lettura.

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.