PG 54, col. 648
κτουσα. Καὶ σύ τοίνυν, ὦ γύναι, ταύτην ζήλωσον,
κάν μὲν στεῖρα ᾗς, εὐχήν τε ἐπίδειξαι τοιαύτην, καὶ
τὸν ἱερέα παρακάλεσον συνεφάψασθαί σοι τῆς πρε-
σϐείας. Πάντως ἂν μετά πίστεως δέξῃ τά ῥήματα, είς
καρπὸν τελευτήσει καλὸν καὶ ῶριμον τῶν πατέρων
ή εὐλογία. Ἂν δέ γένῃ μήτηρ, ἀνάθες σου καὶ σύ
τὸν υἱόν. Ἐκείνη είς ναὸν ἀνήγαγε , σύ ναὸν καταο
σκεύασον σαυτὴν βασιλικόν. Τὰ γάρ μέλη ὑμῶν,
φησὶ, σῶμα τοῦ Χριστοῦ ἐστι, καί ναός τοῦ ἐν
ὑμῖν ἁγίου Πνεύματος. Καὶ πάλιν· Ἐνοικήσω
ἐν ὑμῖν αὐτοῖς, καὶ ἑμπεριπατήσω. Πῶς γὰρ
οὐκ ἄτοπον οἰκίαν μὲν γεγηρακυῖαν καὶ καταπί-
πτειν μέλλουσαν διορθοῦν, καὶ χρήματα δαπανῶν-
τας, καὶ οἰκοδόμους συλλέγοντας, καὶ πάντα πρα-
γματευομένους , τὴν δὲ οἰκίαν τοῦ Θεοῦ (οἰκία γάρ
τοῦ Θεοῦ, τοῦ νέου γένοιτ’ ἃν ή ψυχὴ) μηδὲ τῆς
τυχούσης ἀξιοῦν προνοίαςς Ὅρα μὴ ταύτὸν ἀκού-
σῃς, ὅπερ καὶ Ἰουδαῖοί ποτε ἥκουσαν. Ἐκεῖνοι γάρ
ἐπειδὴ τὸν ναὸν τοῦτον τὸν αἰσθητὸν ἀπὸ τῆς αἰχμα-
λωσίας ἐπανελθόντες ἠμελημένον ἐώρων, καὶ τὰς
ἑαυτῶν ἐκαλλώπιζον οἰκίας, οὕτω παρώξυναν τὸν
Θεὸν, ὡς πέμψαι τὸν προφήτην, καὶ λιμὸν ἀπειλῆ-
σαι, καὶ πολλὴν τῶν ἀναγκαίων τὴν σπάνιν, καὶ τὴν
αἰτίαν τῆς ἀπειλῆς ταύτης εἰπεῖν · αὕτη δὲ ἦν, ὅτι
Ὑμεῖς μὲν οἰκεῖτε ἐν οἴκοις κοιλοστάθμοις b. ό δὲ
οἶκός μου ἠρήμωται. Εί δὲ περὶ τὸν ναὸν ἐκεῖνον ὴ
ὀλιγωρία τοσαύτην ἐξήγειρε τοῦ Θεοῦ τὴν ὀργὴν,
πολλῷ μᾶλλον ή τοῦ ναοῦ τούτου ῥᾳθυμία παροξυνεῖ
[T28] τὸν Δεσπότην ο πολύ γάρ οὗτος ἐκείνου τιμιώτε-
ρος, ὅσῳ καὶ μείζονα ἔχει τῆς ἀγιαστίας τά σύμϐολα.
Μὴ τοίνυν ἀφῇς τοῦ Θεοῦ τὸν οἷκον σπήλαιον γενέσθαι
λῃστῶν, ἵνα μὴ καὶ ἑτέραν ἐπιτίμησιν ἀκούσῃς, ἦν
πρὸς τούς Ἰουδαίους ό Χριστὸς ἐποιήσατο λέγων ·
'0 οἶκος τοῦ Πατρός μου, οἶκος προσευχῆς ἐστιν-
ὑμεῖς δὲ ἐποιήσατε αὐτὸν σπήλαιον λῃστῶν. Πῶς
δὲ σπήλαιον λῃστῶν γίνεται ; Ὅταν ἀνελευθέρους καὶ
ἀνδραποδώδεις ἐπιθυμίας, ὃταν ἀσέλγειαν πᾶσαν είσ-
ελθεῖν καὶ ἐμφιλοχωρῆσαι ταῖς ψυχαῖς τῶν νέων
ἐάσωμεν. Λῃστῶν γὰρ χαλεπώτεροι οί τοιοῦτοι λογι-
σμοὶ,τὴν ἐλευθερίαν τῶν παίδων ἐξανδραποδίσαντες,
καὶ δούλους τῶν ἀλόγων ποιοῦσι παθῶν, κατακεντοῦν-
τες αὐτούς πάντοθεν, καὶ πολλῶν τραυμάτων πλη-
ροῦντες αὐτῶν τὴν διάνοιαν. Διὸ δὴ ταῦτα καθ’ ἐκά-
στην ἡμέραν περισκοπῶμεν, καὶ καθάπερ μάστιγι τῷ
λόγῳ χρώμενοι, πάντα τά τοιαῦτα πάθη τῆς ἐκείνων
ψυχῆς ἀπελαύνωμεν, ἵνα τῆς ἀνω πολιτείας μετασχεῖν
δυνηθῶσιν ἡμῖν οἱ παῖδες, καὶ τὴν ἐκεῖ λειτουργίαν
ἐπιτελέσαι πᾶσαν. υύκ εἴδετε, ὅτι οἱ ἐν ταῖς πό-
λεσι πολιτευόμενοι, τῆς θηλῆς πολλάκις τοὺς ἑαυτῶν
παῖδας εὐθὺς ἀποσπασθέντας, θαλλοφόρους, καὶ
ἀγωνοθέτας, καὶ γυμνασιάρχους καὶ χορειάρχας ποι-
οῦσι ; Τοῦτο καὶ ἡμεῖς ἐργασώμεθα · ὲκ πρώτης ηλι-
κίας αὐτοὺς είς τὴν πολιτείαν εἰσάγωμεν τὴν ἐν τοῖς
οὐρανοῖς. Αὐτη μὲν γάρ ἡ ἐπίγειος δαπανηρά μόνον
ἐστὶ, καὶ κέρδος οὐδὲν ἔχει.
ιι Colb. el Reg. κυκλοστάθμοις.