PG 56, col. 437

σεαυτὸν, ὅπως πωστὼς ἷδω σε. Εἶδε μὲν γὰρ αὑ-
τὸν καὶ ἐπὶ τῆς βάτου, εἶδεν αὑτὸν καὶ ἐκ τοῦ ὅρους
Σινᾶ, εἶδεν αὑτὸν καὶ ὲκ διαφόρων ἐπιφανέντα τόπων,
καὶ διαφόρως τὴν ἐπιφάνειαν αὑτοῦ ἐνδειξάμενον ·
ἀλλ’ 6 μακάριος ἐκεῖνος Μωῦσῆς αὑτὸν ίδείν ἐπόθει
τῆς φύσεως τὸν χαρακτῆρα· ἄνθρωπος ὢν, ἀνθρώο
πινα περὶ τῆς ὑπερκοσμίου δυνάμεως ἐφαντάζετο. '0
δὲ Θεὸς τὸν μὲν [4‘23] πόθον τοῦ πιστοῦ θεράποντος
ἐδέξατο· πείθει τὴν ἀνθρωπίνην ὗρεξιν τῶν ἀδυνά-
των ἐπιθυμοῦσαν. Τί γάρ φησι πρὸς αὐτόν, Οὐδεὶς
ὄψεται τὸ πρόσωπόν μου , καὶ ζήσεται. Οὐ χωρεῖ
ποθούμενον ἠ τῶν ποθούντων δύναμις, οὑ φέρει
θνητὴ δψις τὴν ἀθάνατον φύσιν. Τί οὖν , ὦ Δέσποτα,
καταλιμπάνεις τὸν πόθον ἀήραμύθητον, καὶ οὑδὲ
σκιὰν παρέχεις τῆς ἐπιθυμίας τῷ φανταζομένῳ τοσ-
οῦτον πόθον ; Ὅθεν φησί· Τίθημί σε είς τὴν πέ-
τραν, καί σκεπάζω τῇ χειρί μου · καί ἐν τῷ παρέρ⁴
χεσθαι τὴν δόξαν μου ὄψῃ τὰ ὀπίσθια, τὰ δὲ ἐμ-
πρόσθια οὐκ ὄψῃ. Ἐν τῷ παρέρχεσθαι, οὑκ εἶπεν,
Ἐμὲ, ἀλλὰ, Τὴν δόξαν μου· οὑ γὰρ ἔστιν, ὑπερϐάντα
τὴν δόξαν, οὑσίαν εὑρεῖν. Μωῦσῆς οὐδὲν εὗρε πλέον
δόξης, καὶ ταύτην οὑκ εἶδεν είς ὁλόκληρον, ἀλλά τά
νῶτα · οὑκ ἐπειδη νώτοις καὶ στήθεσι διαγέγραπται ή
θεία φύσις· ἁπλῆ γάρ ἐστι καὶ ἀσύνθετος· ἀλλ’ ἐπειδὴ
6 Θεὸς ἐαυτὸν οὕτω γνωρίζει, οὑ κατὰ τὴν αὑτῴ πρέ-
πουσαν ἀξίαν, ἀλλὰ κατά τὴν δύναμιν τῶν μελλόντων
ἀπολαύειν τῆς ὅψεως. Μωὺσῆς δόξαν ἔφθασε, καὶ τὴν
δόξαν οὑχ ὑπερέϐη. Καὶ σὺ, αἱρετικέ, τὴν δόξαν ὑπερ-
ϐἀς, οὐσίαν Θεοῦ πολυπραγμονεῖς , Ἐλθωμεν καὶ ἐπὶ
τὸν μακάριον Παῦλον. Παῦλος ἐν τῇ Νέᾳ Καταστάσει,
ἐγκύψας μερικαῖς τισιν οἰκονομίαις τοῦ Θεοῦ. καὶ
ὥσπερ ἰλιγγιάσας τά βάθη τῆς ἐννοίας, τὴν μεγάλην
ἐκείνην καὶ ἐκπλήξεως γέμουσαν ἀνεϐόησε φωνὴν,
ὧδέ πη λέγων· Ὦ ,ϐάθος πλούτου σοφίας καί
γνώσεως Θεοῦ .' ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐ-
τοῦ, καί ἀνεξιχνίαστοι αἱ όδοὶ αὑτοῦ] Τίς γὰρ ἔγνω
νοῦν Κιφίου; ἢ τίς σύμϐουλος αὐτοῦ ἐγένετο; ἢ
τίς προέδωκεν αὐτῷ, καί ἀνταποδοθήσεται αὐτῷ;
Καὶ τὸ τέλος τοῦ λόγου ’ Ὀτι ἐξ αὐτοῦ καὶ δι’ αἰ»-
τοῦ καὶ είς αὑτὸν τὰ πάντα· αὐτῷ ἡ δόξα είς τοὺς
αἰῶνας. Ὁρᾷς ὅτι είς τὴν δόξαν ἐλθὼν τοῦ Θεοῦ, τὸν
ὅρον οὑχ ὑπερέϐη; Καὶ τί περί ἀνθρώπων λέγω ; Ἀνά-
ϐηθι πρὸς τά ὑπερκόσμια τῇ ἐννοίᾳ· ἐρώτησον τοὺς
οὐρανοὺς καὶ εἰπέ· Τί μοι πε ρὶ Θεοῦ ἀναγγέλλε ιν δύνα-
σθε; οὐρανοὶ, διηγήσασθέ μοι ποταπὸς 6 Θεός· ἀπαγ-
γείλατέ μοι τί ἐστιν οὐσίᾳ 6 Θεος. Ἀλλ’ οὑκ ἀποκρί-
νονται οί οὐρανοὶ, περὶ τῶν ἀδυνάτων ἐρωτώμενοι.
’Λλλά κᾶν ταῦτα τολμηρῶς ἐπερωτήσῃς, ἀποκριθή-
σεται διὰ τοῦ Θαυμασίου Ἰερεμίου τὸ θεῖον ἐκεῖνο λό-
γιον· Ἔρριξεν οὐρανὸς ἐπὶ τοῦτο. Φρίττει γάρ

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.