PG 56, col. 436

ἀλλά πολυπραγμονεῖς τά θεῖα, καὶ βιάζεις τὴν ἀλή-
θειαν, καὶ πανταχοῦ σπεύδεις καὶ λογισμῶν ἀνωμα-
λίᾳ μᾶλλον ἀκολουθῆσαι, ἢ πίστει δουλεῦσαι, ῶσπερ
τῶν ἄλλων κατειληφὼς τὴν πεῖραν, ἢ τῶν ἀλλων ἐν
πείρᾳ γενόμενος τῶν ὁρωμένων. ’Δπάγγειλόν μοι,
λογισμῶν ἀκολουθίᾳ χρησάμενος, πῶς ἔστηκεν 6 οὑ-
ρανδς, είς τοσοῦτον ὕψος κοιλαινόμενος ἄπειρον, καὶ
μηδὲν ἐν τοσαύτῃ περιγραφῇ τὸ ὑπερεῖδον ἔχων, πῶς
ἔστηκεν, τίνι βαστάζεται, τίνες αί κρηπῖδες ἐφ’ ὧν
ἐστήρικται; πῶς ἐν τοσούτῳ χρόνῳ οὐ λύεται τὸ
κάλλος, οὐκ ἀφανίζεταιή ἀρμονία; Δεῖξον τούς βα-
στάζοντας κίονας, [492] δεῖξον τὴν ὑποϐάθραν τὴν
τοσούτοις ὁγκοις ὑποκειμένην. Τί δὲ ἐρῶ περὶ οὐρα-
νοῦ, καὶ οὐ περὶ γῆς ἢν πατῶ ; Πρῶτον ἐρμήνευσὸν
μοι τῆς γῆς τήν κατάστασιν. Ὀτι μέν γάρ ἐπὶ ὑδά-
των τεθεμελίωται, τοῦτο κάγὼ παρέλαϐον, καὶ αὐτὸς
ὁμολογεῖς. Πῶς δὲ ἐπὶτῶν ὑδάτων ἐστήρικται, ἐρμή-
νευσον. Μὴ ἁπλῶς ἀκολουθήσῃς τῷ λόγῳ, ἀλλά λογι-
σμὸν ἀπόδος τῶν ζητουμένων ° πῶς ὅρη τοσαῦτα καὶ
τηλικαῦτα, καὶ βουνοὶ καὶ πεδιάδες ἐπὶ ὑδάτων φέ-
ρονται; Εἱπέ πῶς ή θάλασσα ἀφώρισται· είπέ πῶς ἡ
τοσούτοις μαινομένη κύμασι καὶ είς ῦψος ἄπειρον
κορυφουμένη, ἐπειδάν πλησιάσῃ τῇ ψάμμῳ, λύεται,
αἰδεῖται τὸν ὅρον τοῦ νομοθέτου. Ἐρμήνευσον, ἀδελ-
φέ, πῶς μιᾶς γῆς οὑσης, μιᾶς μητρὸς, διάφορα τά
βλαστήματα, πόθεν αἱ πικραὶ ῥίζαι, πόθεν αἰ γλυ-
κεῖαι. πόθεν τῶν καρπῶν αἱ διαφοραί. Μία γῆ βλα-
στάνουσα, εἷς ϐμϐρος 6 τρέφων, πόθεν ή διαφορά;
Ἑρμήνευσον πόθεν προῖεσαν αἱ πηγαὶ, καὶ ἐκ ποίων
ἀϐύσσων , πῶς ταῦτα δυνατὸν καταλαϐεῖν. Ἀλλ’ ὅταν
περὶ ταῦτα ἀπορήσωμεν, ἔχομεν μίαν ἀληθῆ κα)⁸ εὐ-
σεϐῆ τῶν ἀπορουμένων τὴν λύσιν. Καὶ 6 μακάριος
Δαυῒδ ἐμελῴδησεν ὧδέ πη λέγων · Ὀτι εὐθὺς ό λό-
γος τοῦ Κυρίου, καί πάντα τὰ ἔργα αὐτοῦ ἐν πί.
στει. Τά ἔργα ἀνευ πίστεως οὐκ ἐστι καταλαϐεῖν,
καὶ Θεὸν ἀνευ πίστεως εὑρεῖν δυνατόν ; Τά ἔργα ἀνευ
πίστεως, καὶ⁹ ὁ Υίὸς ἐν ἀποδείξει; Ὅτι εὐθὺς ό ,λό-
γος τοῦ Κυρίου, καὶ πάντα τὰ ἔργα αὑτοῦ ἐν πι-
στει. Ἀλλὰ γὰρ τούς ἐχθροὺς τῆς ἀληθείας ἀφέντες
ἡμεῖς, ἐπὶ τήν ὑγιῆ καὶ ἀσφαλῆ τῆς πίστεως (sic)
ἐπανέλθωμεν, καὶ δείξωμεν τὸν κανόνα τῆς εὐσεϐείας,
δι’ αὐτῆς τῆς ἀληθείας ἐκλάμποντα. Οὐδεὶς Μωῦσέως
ἐν τοῖς ἀρχαίοις ἀξιοπιστότερος, οὐδεὶς Παύλου ἐν τοῖς
νέοις σοφώτερος. Ἐρεύνησον τήν παλαιὰν κατάστα-
σιν, καὶ Μωὺσέως οὐδένα μείζονα εὑρήσεις · Ἐτνων
γάρ σε, καὶ εὗρες χάριν παρὰ πάντας. Οὐδεὶς Παύ-
λου ἐν τῇ Νέᾳ τελειότερος θ Σκεῦος γάρ ἐστιν ἐκλο-
τῆς, καὶ λαλοῦντα ἔχων ἐν ἐαυτῷ τὸν Χριστόν. Μὴ
ὑπερϐῇς τοὺς τοῦ Μωῦσέως ὅρους καὶ τοῦ Παύλου.
Τί εὗρε Μωὺσῆς , κατάληψιν οὐσίας. ἢ δόξαν Θεοῦ;
Μωὺσῆς, ἀδελφοὶ, ἦλθεν είς ἐπιθυμίαν Θεοῦ, ὡς ἄν·
θρωπος φιλόθεος, καὶ ἠγνόησε μὲν, ὅτιάδύνατον ἐπο
εθύμει· ὅμως δὲ δι’ ὧν ᾔτησεν τὸν Θεὸν, ἔδειξεν. Τί
γάρ φησι; Δέομαί, Κύριε, εί εὕρηκα χάριν ἐνώπιόν
σου, γνωστῶς ῖδω σε, ἐμφάνισόν μοι σαυτόν.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.