PG 56, col. 435

κακία. οὔτε πρὸς τά δεξιά τῆς ἀληθείας τολμήσασα εἶναι [δεῖ] τά θεῖα λόγια, καὶ τοὺς παρ’ αὑτοῦ ήμῖν
ἰδεῖν, διὰ τὴν τοῦ Σωτῆρος ἄρνησιν, οὔτε πρὸς τά δοθέντας τῆς εὐσεϐείας κανόνας. Σὺ δὲ τούς κανόνας
Δεῖ τοίνυν καὶ ή μᾶς, ἀδελφοὶ, τοῦτον τὸν κανόνα
παρά τοῦ Κυρίου λαμϐάνοντας, μὴ πάντα ταῖς ἐρω-
τήσεσι τῶν αίρετικῶν διδόναι. Ὅταν κακῶς ἐρωτήσῃ
αἱρετικὸς, ἀντερωτήσει δικαίᾳ λῦσον αὑτῷ τήν ἆτο-
πον πεῦσιν. Πυνθάνεται πολλάκις αίρετικός· Οἶδας
τὸν Θεὸν, ἢ οὐκ οἶδας; Ἐάν είπῃς, ὅτιοῖδα, εὐθέως
ἐπάγει ⁸ Οἶδας οῦν ὃ εὐσεϐεῖς ς Ναὶ, φησὶν 6 εὐσεϐής.
Τίς γὰρ ὅπως ὑπομένει λέγων, ὅτι ’0 μὴ οἶδα σέϐως
Πάλιν ἐπάγει· Οἶδας οὖν τοῦ Θεοῦ τὴν οὐσίαν; Ἑάν
είπῃς, ὅτι Οὐκ οἶδα, εὐθέως άντιτίθησιν· Οὐκοῦν οὑκ
οἶδας τί σέϐεις. Ὀρα μοι [421] τά σκολιά ῥήματα ⁸
ὅρα μοι τῶν πονηρῶν ὁφεων τὰς ποικιλίας. Ὀρᾷςς
ἀλλ’ οὐ δεῖ ταράττεσθαι. Ἐκεῖνο γὰρ, ἀδελφοὶ, είδέ-
ναι χρὴ, ὅτι τοῦ ειδέναι πολλοὶ τρόποι. Δύναταί τις
εἰδέναι ὅτι ἐστι Θεὸς, οὐ τὸ πῶς ἐστι. Ἐπεὶ καὶ ἐφ’
ήμῶν τῶν ἀνθρώπων πολλαὶ τῆς γνώσεως ὁδοί. Οἶδα
τόνδε τὸν ἄνθρωπον ἐν τῇδε τῇ πόλει διάγοντα, οὐ
μὴν οἶδα καὶ ποίαν μετέρχεται ἐργασίαν ο οἶδα ἕτερον
τήνδε μετιόντα τὴν ἐργασίαν , οὐ μὴν οἶδα καὶ πόθεν
φέρει τὸ γένος, Καὶ μέρει γὰρ γινώσκω, μέρει ἃ
ἀγνοῶ. Καὶ πάντως, οὐτε ἠ μερικη γνῶσις ὁλόκληρον
εἰσάγει γνῶσιν, οὑτε τὸ μὴ κατά πάντα γινώσκειν,
τὴν μερικὴν ἀναιρεῖ γνῶσιν. Τί οὖν; Οἶδα τὸν Θεὸν
ὅτι ἐστιν, ὅτι ἀγαθός ἐστιν, ὅτι ἀθάνατός ἐστιν, ὅτι
ἄφθαρτός ἐστιν, ὅτι ἀπερινόητός ἐστιν, ὅτι ἀκατά-
ληπτός ἐστιν, ἀσώματός ἐστιν , άναλλοίωτός ἐστι.
Ταῦτα πάντα οἶδα, καὶ εἰδὼς προσκυνῶ. Τὸ δέ πῶς
ἐστιν οὐκ οἶδα, οὐδέ ἐδιδάχθην πολυπραγμονεῖν τὸ
πῶς ἐστιν, ἀλλ’ ὃτι ἔστιν. Τοῦ γὰρ Ἀποστόλου οὐδένα
εὑρίσκω μείζονα διδάσκαλον, δυνάμενόν μοι κρείττονα
τὴν εὐσέϐειαν ὑποτίθεσθαι · ὁς λαμπρᾷ χρησάμενος
τῇ φωνῇ ὧδέ πη διδάσκει λέγων’ Πιστεῦσαι γὰρ
δεῖ τὸν προσερχόμενον Θεῷ, ὅτι ἐστιν ο οὐ τὸ πῶς
ἐστιν, ἀλλ’ Ὀτι ἔστι, καί τοῖς ἐκζητοῦσιν αὐτὸν
μισθαποδότης γίνεται. Ὥστε ὁ οἶδα σέϐω. Οὐκ
ἔμαθον οὐσίαν Θεοῦ πολυπραγμονεῖν · πιστεύειν ἐμαο
θον, ἀδελφοὶ ο πιστεύειν, οὐ πολυπραγμονεῖν. Ἀνά-
γνωθί σου τὴν ὁμολογίαν, αίρετικέ, τὴν ἐν τῷ κρυπτῷ
καὶ φοϐερῷ μυστηρίῳ συμφωνηθεῖσαν. Ὅτε προσ-
ἦλθες βαπτισθῆναι, τί εἶπες; ζητῶν, πολυπραγμο-
νείαν ἐρευνῶν ι, ἢ πιστεύων; ’Ἄλλως ἦλθες, καὶ
μετά ἄλλων συνθηκῶν κατηξιώθης τῆς χάριτος ἐκεί-
νης. EI γε κατηξίωσαι τοιαῦτα φρονῶν, καὶ παρ-
εσπόνδησας τὰς συνθήκας, καὶ ἐπὶ μὲν τῶν φοϐερῶν
καὶ φρικτῶν μυστηρίων τὴν πίστιν προσήγαγες. ἐξω
δέ τῶν μυστηρίων γενόμενος, περιγράφεις τὴν πίστιν,
καὶ προσφέρεις ζήτησιν.
γ’. Ἀλλ’ ὅρα τί φησιν ὁ ἐχθρὸς τῆς ἀληθείας. Μὴ
γὰρ ἀργῶς ἡμῖν 6 Θεὸς δέδωκε λογισμούς; μὴ γὰρ
ἀπλῶς εἰλήφαμεν τοῦ νοῦ τὸ κριτήριονς Δεῖ καὶ λο-
γισμοῖς ἐρευνᾷν τὴν πίστιν, καὶ μὴ ἀνεξέταστον εἶναι
τὴν εὐσέϐειαν. Καλῶς. Ἀλλὰ τῆς ἐξετάσεως ὅρον
⁸ Forte πολυπραγμονῶν, ἐρευνῶν. Corum.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.